τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ, καταπελτάσονται τὴν Βοιωτίαν ὅλην. Δικαιόπολις τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις; ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι, ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος. οὐ καταβαλεῖτε τὰ σκόροδʼ; Θέωρος ὦ μόχθηρε σὺ οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις. Δικαιόπολις ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων; ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με. Κῆρυξ τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην. οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. Δικαιόπολις οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα. ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. χαῖρʼ Ἀμφίθεε. Ἀμφίθεος μήπω γε πρίν γʼ ἂν στῶ τρέχων· δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας. Δικαιόπολις τί δʼ ἔστʼ; Ἀμφίθεος ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι. ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων; κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων· ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.