καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι· ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε. Κῆρυξ προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους. Θέωρος ὁδί. Δικαιόπολις ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται. Θέωρος χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν— Δικαιόπολις μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν. Θέωρος εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον, ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον· καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς, ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί. ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ· ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν, ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. Δικαιόπολις κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων. Θέωρος καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος ἔπεμψεν ὑμῖν. Δικαιόπολις τοῦτο μέν γʼ ἤδη σαφές. Κῆρυξ οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν. Δικαιόπολις τουτὶ τί ἐστι τὸ κακόν; Θέωρος Ὀδομάντων στρατός. Δικαιόπολις ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν; τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;