οἴμοι κακοδαίμων ὡς σαφῶς. Πρέσβυς τί δʼ αὖ λέγει; Δικαιόπολις ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει, εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων. Πρέσβυς οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει. Δικαιόπολις ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας. ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί, ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.) ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.) Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί, κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου. ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων; Κῆρυξ σίγα, κάθιζε. τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ ἐς τὸ πρυτανεῖον. Δικαιόπολις ταῦτα δῆτʼ οὐχ ἀγχόνη; κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι; τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα. ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα. ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν; Ἀμφίθεος οὑτοσὶ πάρα. Δικαιόπολις ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ