Δικαιόπολις ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα· ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα. φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος; ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών, τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι. ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν, ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον, ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν. πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν; ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον. τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών, ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις. ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος,