ἐπὶ δὲ ταῖς τοσαύταις φοραῖς, ἃς ἤνεγκας ἐπ’ ὀλέθρῳ, εἰπέ μοι, Γάιε, ζητεῖς ἀθανασίας μεταλαχεῖν, ἵνα μὴ ὀλιγοχρονίους καὶ ἐφημέρους ἀλλὰ ἀθανάτους ἀπεργάσῃ συμφοράς; ἐγὼ δὲ νομίζω τοὐναντίον, εἰ καί τις ἔδοξας γεγενῆσθαι θεός, πάντως ἄν σε μεταβαλεῖν ἕνεκα τῶν πονηρῶν ἐπιτηδευμάτων εἰς θνητὴν φύσιν· εἰ γὰρ ἀθανατίζουσιν ἀρεταί, πάντως φθείρουσι κακίαι. μήτε οὖν ἐν Διοσκούροις γράφου τοῖς φιλαδελφοτάτοις, ὁ σφαγεὺς καὶ λυμεὼν τῶν ἀδελφῶν γεγονώς, μήτε Ἡρακλέους ἢ Διονύσου τιμῆς κοινοπράγει τῶν τὸν βίον ὀνησάντων, ὁ κακωτὴς καὶ διαφθορεὺς ὧν ἔδρασαν ἐκεῖνοι. Τοσαύτη δέ τις περὶ αὐτὸν ἦν λύττα καὶ παράφορος καὶ παράκοπος μανία, ὥστε καὶ τοὺς ἡμιθέους ὑπερβὰς ἐπανῄει καὶ 1 γέγονας καινῶν transp. M γεγονὼς coni. Mang. 2 Ἀσία om. G χορεῖ M 3 κενὰς O καὶ aute λυμεὼν add. G 4 μεταβάλλῃ CO, μεταβάλλει G ἀηδείας CG (v) 5 πᾶσιν L 7 τὰ ἀπὸ τῶν ἐσπερίων om. Richt. (Tauchu.) 8 δ’ Α 9 ἰοβόροις M: ἐπιβούλοις coni. Mang. 10 ἀντιδοὺς G ὁ C: om. ceteri 10. 11 διόνυσος νέος transp. Α 11 ἐφάνης Α ἀκμαιοτάτοις Α 13 εὐθηνίας Mang. : εὐσθενείας codd.; εὐθενείας Turn. 14 ἠπείρους τε καὶ νήσους CGO: νήσους τε καὶ ἠπείρους ceteri 14. 15 ἀγενέστατος OA (v) 15 εὐστάθιαν (ι corr. in εἰ) Η 16 ἀπάντων κενώσας τὰς πόλεις CGO: κενώσας τάς πόλεις ἀπάντων ceteri 17 ἐπὶ δὲ C (Turn.): ἐπὶ δὴ MA (Mang.), ἐπειδὴ GOH 17. 18 φθοραῖς C (Τurn.) 18 ἅς] αἶς Α ὦ ante Γάιε add. v 19 ὀλιχρονίους (sic) Α 20 εἶναι post τοὐναντίον add. A καί om. Α 21 ἐπιτηδευμάτων] βουλευμάτων Α 21. 22 θνητὴν φύσιν CGOAH (Turn.): κοινὴν φύσιν καὶ θνητήν M (Mang.) 22 αἱ ante ἀρεταί add. A 23 γοῦν A ἐγγράφου Α (Mang.) φιλαδελφωτάτοις L 24 τῶν om. CGO μήθ’ Α τιμῆς Mang.: τιμαῖς codd. (v) 25 ὠνησάντων MA κακωτὴς] κακὸς Α ἐκεῖνον M 27 παράκοτος Α ἐπαπεδύετο τοῖς τῶν μειζόνων καὶ ἀμφιθαλῶν εἶναι δοκούντων σεβασμοῖς Ἑρμοῦ καὶ Ἀπόλλωνος καὶ Ἄρεως. Ἑρμοῦ τὸ πρῶτον, κηρυκείοις καὶ πεδίλοις καὶ χλαμύσιν ἐνσκευαζόμενος τάξιν τε ἐν ἀταξίᾳ καὶ τὸ ἀκόλουθον ἐν συγχύσει καὶ λογισμὸν ἐν φρενοβλαβείᾳ παρεπιδεικνύμενος· εἶτα, ὁπότε δόξειεν αὐτῷ, τὰ μὲν ἀπετίθετο, εἰς δὲ Ἀπόλλωνα μετεμορφοῦτο καὶ μετεσκευάζετο, στεφάνοις μὲν ἀκτινοειδέσι τὴν κεφαλὴν ἀναδούμενος, τόξον δὲ τῇ εὐωνύμῳ καὶ βέλη κρατῶν χειρί, Χάριτας δὲ τῇ δεξιᾷ προτείνων, ὡς δέον τὰ μὲν ἀγαθὰ ὀρέγειν ἐξ ἑτοίμου καὶ τετάχθαι τὴν βελτίονα τάξιν τὴν ἐπὶ δεξιά, τὰς δὲ κολάσεις ὑποστέλλειν καὶ τὴν καταδεεστέραν χώραν κεκληρῶσθαι τὴν ἐπ’ εὐώνυμα.