<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="86"><p><milestone unit="altref" n="12"/> οὗτοι πάντες, ὦ Γάιε, διὰ τὰς <lb n="20"/> ὑπηργμένας εὐεργεσίας ἐθαυμάσθησαν καὶ ἔτι νῦν θαυμάζονται καὶ σεβασμοῦ
τε καὶ τῶν ἀνωτάτω τιμῶν ἠξιώθησαν. εἰπὲ δὴ καὶ αὐτὸς
ἡμῖν, ἐπὶ τίνι γαυριᾷς καὶ πεφύσησαι τῶν παραπλησίων;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="87"><p>ἐμιμήσω τοὺς Διοσκούρους εἰς φιλαδελφίαν; ἵνα ἐντεῦθεν ἄρξωμαι. τὸν μὲν ἀδελφὸν καὶ
συγκληρονόμον ἐν ἀκμῇ τῆς πρώτης ἡλικίας, ὦ σιδήρειε καὶ ἀνηλεέστατε,
<lb n="25"/> ὠμῶς ἀπέσφαξας, τὰς <add>δ’</add> ἀδελφὰς ὕστερον ἐφυγάδευσας· μὴ καὶ αὗται τὸν
περὶ ἀφαιρέσεως ἀρχῆς φόβον εἰργάζοντό σοι; ἐμιμήσω Διόνυσον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="88"><p>εὑρετὴς
<note xml:lang="mul" type="footnote"><lb/>1 πᾶσιν H
<lb/>3 ἥδιον H
<lb/>4 ψυχῆς H τε om. G σώματος Η ἄγει CA: ἄγειν GOMH
<lb/>5 ἐλπίδα H ἐργαζόμενος Η
<lb/>6 εὐκινητότερα καὶ κρατατότερα transp. M καὶ εὐκινητότερα om. H 6.
<lb/>7 ἀνθρώπων Mang. (Dahl), quod praeferendum lectioni αὐτῶν βέλτιον (scil. σῶμα) ab eodem propositae: αὐτῶν αὐτὸν G) codd. (v)
<lb/>11 διοσκούροις L
<lb/>12 δ’ A
<lb/>15 δ’Α καὶ <add>?ὅτι αὐτὸς</add> μετὰ coni. Cohn
<lb/>16 ἀναδέξηται GO
<lb/>17 αὑτῶ AH: αὐτῶ ceteri δ’ A ἁ ἀδελφῶ δὲ transp. M
<lb/>18 τὴν] τῆς Α ἐνηφάνισεν Cohn: ἐνεκαίνισεν C, ἐνεκαίνισεν OMA, ἀνεκοίνωσεν GH2L, ἀνεκαίνισεν H1 (v) ; ἐκένωσεν coni. Mang., ἀνεσκεύασεν Dahl, ἀνεχαίτισεν Matthaei
<lb/>20 προυπηργμένας coni. Mang. εὐεργεσίας] εὐεργεσίας] Η 
<lb/>21 τε om. A εἰπὲ δὴ καὶ om. Turn. δὴ] δὲ A (Mang.)
<lb/>22 ἡμῖν] δ’ ἡμῖν Turn. ἐπὶ — παραπλησίων om. Α γαβριᾶς M
<lb/>23 διοσκόρους H ἴν’ Α μὲν] δ’ A ἀδελφὸν] ἀνεφιὸν coni. Mang. 7.11 om. A
<lb/>24 οὐκ ante ἐν add, A (Mang.) σιδήριε CH (Turn.) 
<lb/>25 δ’ add. Cohn : om. codd. (v) τὸν] τῶν Α
<lb/>26 φόβων ἤρξαντό σοι A</note> <note xml:lang="mul" type="footnote">18.
<lb/>19 DK fol. 179r ἐκ τῆς πρὸς γάιον πρεσβείας : ἰσότης πηγὴ δικαιοσύνης.</note>  

<pb n="v.6.p.172"/>
 καινῶν γέγονας χαρίτων ὡς ἐκεῖνος; εὐφροσύνης κατέπλησας τὴν
οἰκουμένην; Ἀσία καὶ Εὐρώπη τὰς ἐκ σοῦ γεγενημένας δωρεὰς οὐ χωρεῖ;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="89"><p>καινὰς μὲν οὖν τέχνας καὶ ἐπιστήμας ἀνεῦρες ὡς κοινὸς λυμεὼν καὶ
παλαμναῖος, αἷς μεταβάλλεις τὰ ἡδέα καὶ χαρτὰ πρὸς ἀηδίας καὶ λύπας
καὶ ἀβίωτον βίον τοῖς πανταχοῦ πᾶσι, τὰ μὲν παρ’ ἑτέροις ἀγαθὰ καὶ <lb n="5"/>
καλὰ πάντα σφετεριζόμενος ἀπλήστοις καὶ ἀκορέστοις ταῖς ἐπιθυμίαις,
τὰ ἀπὸ τῶν ἑῴων, τὰ ἀπὸ τῶν ἑσπερίων, τὰ ἀπὸ τῶν ἄλλων τοῦ παντὸς
κλιμάτων, εἴ τινα ἢ κατὰ μεσημβρίαν ἦν ἢ πρὸς ἄρκτον, τὰ δὲ ἀπὸ τῆς
σαυτοῦ πικρίας καὶ ὅσα ταῖς ἐπαράτοις καὶ ἰοβόλοις ψυχαῖς γεννᾶν ἔθος
βλαβερὰ καὶ ἐπιζήμια ἀντιδιδοὺς καὶ ἀντιπέμπων· διὰ ταῦτα ὁ νέος <lb n="10"/>
 Διόνυσος ἡμῖν ἀνεφάνης;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="90"><p>ἀλλὰ καὶ Ἡρακλέα ἐζήλωσας τοῖς ἀκαμάτοις
σαυτοῦ πόνοις καὶ ταῖς ἀτρύτοις ἀνδραγαθίαις, εὐνομίας καὶ εὐδικίας
εὐθηνίας τε καὶ εὐετηρίας καὶ τῆς τῶν ἄλλων ἀγαθῶν ἀφθονίας, ὧν ἡ
βαθεῖα εἰρήνη δημιουργός, ἀναπλήσας ἠπείρους τε καὶ νήσους, ὁ ἀγεννέστατος,
ὁ δειλίας μεστός, ὁ τῶν μὲν εἰς εὐστάθειαν καὶ εὐδαιμονίαν <lb n="15"/>
ἁπάντων κενώσας τὰς πόλεις, μεστὰς δὲ τῶν <milestone unit="altpage1" n="p. 559 Μ"/>  εἰς ταραχὰς καὶ θορύβους
 καὶ τὴν ἀνωτάτω βαρυδαιμονίαν ἀναφήνας;</p></div></div></body></text></TEI>