καίτοι τί παρασήμων ἔδει σοι, Γάιε, οἷς ἔθος ἀσκεῖσθαι τὰ τῶν εἰρημένων ἀφιδρύματα; ἐχρῆν γὰρ ζηλοῦν τὰς ἐκείνων ἀρετάς. Ἡρακλῆς ἐκάθηρε γῆν καὶ θάλατταν 1 ὅροις (νόμοις ss.) M ὑπερέκυκτεν L 2 τῶ ante τοιούτῳ add. Α 3 γὰρ CGO: om. ceteri (v) ἄλλων ζῴων] ζώων τῶν ἄλλων H 3. 4 αἰπόλοι καὶ νομεῖς CGO: ν. καὶ αἰπόλοι ceteri 4 alt. οὔτε] οὔτ’ Α οὔτε αἶγες om. L αἶγες οὔτε ἄρνες CGO: ἄρνες οὔτε (οὔτ᾿ A) αἶγες ceteri 5 παρασκευῆς Α 7 κατὰ MH 9 αὑτῶ Α 10 ἀθεοτάτην G 11 αὑτοῦ L: αὐτοῦ ceteri 12 ἐκ τοῦ om. M προσῄει GO, σ eras. C προσῄει Turn. in textu, προῄει in append.) 14 διοσκόροις M τροφόνιον G 17 ἀλλοίαν] ἄλλην vel ἀλλοτρίαν coni. Mang. ἀνελάμβανε Mang. (cf. § 96. 100. 101): ἐνελάμβανε Α, ἐλάμβανε ceteri (v) 18 διακοσμούμενος] διασκούμενος coni. Mang. ποτὲ (Turn.) πύλους M 19 δ’ AL κ(??)ιττῶ eras.) C νευρίσιν AH 20 ἤσκητο 22 ἀθρόων scripsi: ἀθρόον codd. 23 γυριόνην OL; Γηρυόνα (τὸν om.) Mang. παραγαγὼν εἴη H 24 παραδοξώτατον H 26 ὅμηρος corr. ex ὁμάκρος M ἐνδεχόμενος C, εἰσδεχόμενον Α (ἐκδεχόμενον Mang.) 28 ἀσκεῖσθαι (vel ἐνσκευάζεσθαι coni.) Mang. (Dahl): ἀρκεῖσθαι codd. (v) ἄθλους ἀναγκαιοτάτους καὶ ὠφελιμωτάτους ἅπασιν ἀνθρώποις ὑποστὰς ἕνεκα τοῦ τὰ βλαβερὰ καὶ κακωτικὰ φύσεως ἑκατέρας ἀνελεῖν. Διόνυσος ἡμερώσας ἄμπελον καὶ ποτὸν ἐξ αὐτῆς ἀναχέας ἥδιστον ὁμοῦ καὶ ὠφελιμώτατον ψυχαῖς τε καὶ σώμασι τὰς μὲν ἄγει πρὸς εὐθυμίαν, κακῶν λήθην καὶ ἀγαθῶν ἐλπίδας ἐνεργαζόμενος, τὰ δὲ σώματα ὑγιεινότερα καὶ κραταιότερα καὶ εὐκινητότερα παρασκευάζει· καὶ ἰδίᾳ τε ἕκαστον ἀνθρώπων βελτίονα ποιεῖ καὶ πολυανθρώπους οἰκίας καὶ συγγενείας ἐξ αὐχμηροῦ καὶ ἐπιπόνου βίου μεθαρμόζεται πρὸς ἀνειμένης σχῆμα καὶ ἱλαρᾶς διαίτης καὶ πάσαις πόλεσιν Ἑλληνικαῖς τε καὶ βαρβαρικαῖς εὐωχίας, εὐφροσύνας, θαλίας, ἑορτὰς ἐπαλλήλους παρέχει· πάντων γὰρ τῶν λεχθέντων αἴτιος ἄκρατος. πάλιν Διοσκούρους λόγος ἔχει κοινώσασθαι τὴν ἀθανασίαν. ἐπειδὴ γὰρ ὁ ὁ μὲν θνητὸς ὁ ὁ δὲ ἀθάνατος ἦν, οὐκ ἐδικαίωσεν ὁ τῆς κρείττονος μοίρας ἀξιωθεὶς φιλαυτῆσαι μᾶλλον ἢ πρὸς τὸν ἀδελφὸν εὔνοιαν ἐπιδείξασθαι. φαντασιωθεὶς γὰρ τὸν ἄπειρον αἰῶνα καὶ λογισάμενος, ὅτι αὐτὸς μὲν ἀεὶ βιώσεται, ὁ δὲ ἀδελφὸς ἀεὶ τεθνήξεται, καὶ μετὰ τῆς ἀθανασίας ἀθάνατον τὸ ἐπ’ ἐκείνῳ πένθος ἀναδέξεται, θαυμαστὴν ἐμεγαλούργησεν ἀντίδοσιν ἀνακερασάμενος αὑτῷ μὲν τὸ θνητόν, τῷ δὲ ἀδελφῷ τὸ ἄφθαρτον, καὶ ἀνισότητα, τὴν ἀδικίας ἀρχήν, ἐνηφάνισεν ἰσότητι, ἥτις ἐστὶ πηγὴ δικαιοσύνης.