<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="76"><p>καὶ ἐν ἀρχῇ ταύτης τῆς παραπληξίας φασὶν αὐτὸν χρήσασθαι τοιούτῳ
λογισμῷ· καθάπερ γὰρ οἱ τῶν ἄλλων ζῴων ἀγελάρχαι, βουκόλοι καὶ αἰπόλοι καὶ νομεῖς, οὔτε βόες εἰσὶν οὔτε αἶγες οὔτε ἄρνες, ἀλλ’ <milestone unit="altpage1" n="p. 557 Μ."/>  ἄνθρωποι
κρείττονος μοίρας καὶ κατασκευῆς ἐπιλαχόντες, τὸν αὐτὸν τρόπον ἀγελαρχοῦντα
κἀμὲ τῆς ἀρίστης ἀνθρώπων γένους ἀγέλης νομιστέον διαφέρειν
καὶ μὴ κατ’ ἄνθρωπον εἶναι, μείζονος δὲ καὶ θειοτέρας μοίρας τετυχηκέναι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="77"><p>ταύτην τὴν ὑπόληψιν ἐνσφραγισάμενος τῇ διανοίᾳ περιέφερεν ὁ ἠλίθιος
ἐν ἑαυτῷ μυθικὸν πλάσμα ὡς ἀψευδεστάτην ἀλήθειαν. καὶ ἐπειδὴ ἅπαξ
ἐθρασύνατο καὶ ἀπετόλμησεν εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν τὴν ἀθεωτάτην <lb n="10"/>
ἐκθέωσιν αὑτοῦ, τὰ ἀκόλουθα καὶ συνῳδὰ πράττειν ἐπεχείρει καὶ οἷα
 δι’ ἀναβαθμῶν ἐκ τοῦ κατ’ ὀλίγον εἰς τὸ ἄνω προῄει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="78"><p>ἤρχετο γὰρ
ἐξομοιοῦν τὸ πρῶτον τοῖς λεγομένοις ἡμιθέοις ἑαυτόν, Διονύσῳ καὶ
Ἡρακλεῖ καὶ Διοσκούροις, Τροφώνιον καὶ Ἀμφιάραον καὶ Ἀμφίλοχον καὶ
τοὺς ὁμοίους χρηστηρίοις αὐτοῖς καὶ ὀργίοις χλεύην τιθέμενος κατὰ <lb n="15"/>
 σύγκρισιν τῆς ἰδίας δυνάμεως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="79"><p>εἶθ’ ὥσπερ ἐν θεάτρῳ σκευὴν ἄλλοτε
ἀλλοίαν ἀνελάμβανε, τοτὲ μὲν λεοντῆν καὶ ῥόπαλον, ἀμφότερα ἐπίχρυσα,
διακοσμούμενος εἰς Ἡρακλέα, τοτὲ δὲ πίλους ἐπὶ τῆς κεφαλῆς, ὁπότε
ἀσκοῖτο εἰς Διοσκούρους· ἔστι δὲ ὅτε κιττῷ καὶ θύρσῳ καὶ νεβρίσιν εἰς
 Διόνυσον ἠσκεῖτο·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="80"><p>καὶ ταύτῃ διαφέρειν ἀξιῶν, ὅτι ἐκείνων μὲν ἕκαστος <lb n="20"/>
ἰδίας ἔχων τιμὰς οὐ μετεποιεῖτο ὧν ἐκοινώνουν ἕτεροι, ὁ δὲ τὰς πάντων
ἀθρόων ἐσφετερίζετο φθόνῳ καὶ πλεονεξίᾳ, μᾶλλον δὲ καὶ αὐτοὺς ἐκείνους,
οὐκ εἰς Γηρυόνην τὸν τρισώματον μεταβαλών, ἵνα τῷ πλήθει παραγάγῃ
τοὺς ὁρῶντας, ἀλλ’, ὃ δὴ παραδοξότατον ἦν, ἑνὸς σώματος οὐσίαν μετασχηματίζων
καὶ μεταχαράττων εἰς πολυτρόπους μορφάς, Αἰγυπτίου τρόπον <lb n="25"/>
Πρωτέως, ὃν εἰσήγαγεν Ὅμηρος μεταβολὰς παντοίας ἐνδεχόμενον εἴς τε
 τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων ζῷα καὶ φυτά.</p></div></div></body></text></TEI>