λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον. Ἐπειδὴ δὲ καὶ ὁ Μάκρων πανοίκιος ἱέρευτο, τρίτῳ ἐπαπεδύετο δόλῳ βαρυτέρῳ. πενθερὸς ἐγεγένητο αὐτῷ Μάρκος Σιλανός, μεστὸς φρονήματος ἀνὴρ καὶ γένει λαμπρός. οὗτος ὠκυμόρου τῆς θυγατρὸς ἀποθανούσης ἔτι περιεῖπε τὸν Γάιον, εὔνοιαν προσφερόμενος οὐ πενθεροῦ μᾶλλον ἢ γνησίου πατρός, ἧς ἐνόμιζεν ἀντιλήψεσθαι κατὰ νόμον ἰσότητος μεθαρμοσάμενος τὸν γαμβρὸν εἰς υἱόν. ἐλελήθει δὲ ἄρα ψευδοδοξῶν καὶ ἀπατώμενος. ὁ μὲν γὰρ τοὺς τοῦ κηδεμόνος λόγους ἀεὶ διεξῄει μηδὲν ἐπικρυπτόμενος τῶν εἰς βελτίωσιν καὶ ὠφέλειαν ἠθῶν καὶ βίου καὶ ἡγεμονίας, ἔχων εἰς παρρησίαν καὶ μεγάλας ἀφορμὰς ὑπερβάλλουσάν τε εὐγένειαν καὶ τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα· καὶ γὰρ ἡ θυγάτηρ οὐ πρὸ πολλῶν ἐτεθνήκει χρόνων, ὡς ἀμαυρωθῆναι τὰ δίκαια τῶν κηδεστῶν, ἀλλὰ μόνον οὐκ ἤσπαιρεν, ἔτι λειψάνων τινῶν ὑστάτων τοῦ ψυχικοῦ πνεύματος ἐνυπαρχόντων καὶ ἐγκατειλημμένων τῷ σώματι. ὁ δὲ πρὸς ὕβρεως τὰς νουθεσίας λαμβάνων τῷ πάντων οἴεσθαι φρονιμώτατος καὶ σωφρονέστατος ἔτι δὲ ἀνδρειότατος εἶναι καὶ δικαιότατος ἤχθαιρε μᾶλλον τῶν ὁμολογουμένων πολεμίων τοὺς διδάσκοντας. ὑπολαβὼν οὖν καὶ τοῦτον εἶναι παρενόχλημα, τὴν πολλὴν αὐτοῦ ῥύμην τῶν ἐπιθυμιῶν ἐφέξοντα, πολλὰ χαίρειν φράσας τοῖς δαίμοσι τῆς ἀποθανούσης γυναικός, εἰ πατέρα μὲν ἐκείνης ἑαυτοῦ δὲ γενόμενον πενθερὸν μεταστήσεται, δολοφονεῖ.