οὐ γὰρ φθάνει προσαναβαίνειν ὁ λόγος ἐπὶ τὸν ἄψαυστον καὶ ἀναφῆ πάντῃ θεόν, ἀλλ’ ὑπονοστεῖ καὶ ὑπορρεῖ κυρίοις ὀνόμασιν ἀδυνατῶν ἐπιβάθρᾳ χρῆσθαι πρὸς δήλωσιν, οὐ λέγω τοῦ ὄντος — οὐδὲ γὰρ ὁ σύμπας οὐρανὸς ἔναρθρος φωνὴ γενόμενος εὐθυβόλων καὶ εὐσκόπων εἰς τοῦτο ἂν εὐποροίη ῥημάτων — ἀλλὰ τῶν δορυφόρων αὐτοῦ δυνάμεων, κοσμοποιητικῆς τε καὶ βασιλικῆς καὶ προνοητικῆς καὶ τῶν ἄλλων ὅσαι εὐεργέτιδές τε καὶ κολαστήριοι, εἰ καὶ τὰς κολαστηρίους ἐν εὐεργέτισι τακτέον, οὐ μόνον ἐπειδὴ νόμων καὶ θεσμῶν εἰσι μοῖραι — νόμος γὰρ ἐκ δυοῖν συμπληροῦσθαι πέφυκε, τιμῆς ἀγαθῶν καὶ πονηρῶν κολάσεως —, ἀλλ’ ὅτι καὶ ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει πολλάκις μὲν καὶ τοὺς ἁμαρτάνοντας, εἰ δὲ μή, πάντως γοῦν τοὺς πλησιάζοντας· αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν. 1 κἂν εἰ ἄπιστοι CGO (Mang.): ἱκανὴ πίστις ceteri: κἀν ἱκαναὶ πίστεις Tum. γεγόνασιν L τινες CGO: om. ceteri 2 οἰκετικοῦ Α 3 ἱκανὴ Α τοῦ seclusi, τὸ coni. Wendl. 5 χρημάτων om. Α τε ἰδίων transp. O 6 εἰ] ἡ L ὑφηγητῶν ἡ πρεσβυτέρων ἢ γονέων ἢ ἀρχόντων transp. A 8 καὶ πλήρωμα coni. Mang. ἀνευρήσειν Turn. (v): ἀνεύρεσιν codd. 9 καὶ om. Α 10 καὶ καλὸν om. M, post εὔδαιμον transp. εὔδομον M δὲ δεῖ Mang. : δεῖ codd. (v) 11 μακ αριότητος] μακαριώτατος Η1, μακαριώτατον H2 μακαρίου L (Turn.) 12 δ’ Α δή H: δεῖ CGA, corr. iu δή MO 14 πάντα C ἄλλη καὶ A 15 ἐπιβάθραις D ἐπιβόθρα (sic) L χρήσασθαι Α 16. 17 εὐθυβόλων καὶ εὐσκόπων D 17 τοῦτ’ MA 18 καὶ προνοητικῆς om. Α προνητικῆς M 19 μὴ post εἰ add. Α (Mang.), om. ceteri (Turn.) 20 εἰσιν C 21 δυεῖν C συμπληροῦσθαι CGOM (Mang.): πληροῦσθαι AH (Turu.) πέφυκεν C πονηρῶν] μωρῶν A 22 σωφρονίζει καὶ νουθετεῖ transp. DK 23 pr. τοὺς om. DP 24 ποθεῖν] post haec lacunam statueudam esse recte animadvertit Massebieau 13—17 DC fol. 45v DR fol, 23r DL fol. 27r ἐκ τῆς πρὸς Γάιον πρεσβείας: οὐ φθάνει — βημάτων. 22— 24 DK fol. 253r ἐκ τῆς πρὸς Γάιον πρεσβείας DR fol. 259r τοῦ αὐτοῦ DP fol. 324v DV p. 683: ἡ κόλασις νουθετεῖ — παθεῖν. Τίς γὰρ ἰδὼν Γάιον μετὰ τὴν Τιβερίου Καίσαρος τελευτὴν παρειληφότα τὴν ἡγεμονίαν πάσης γῆς καὶ θαλάσσης ἀστασίαστον καὶ εὔνομον καὶ πᾶσι τοῖς μέρεσιν ἡρμοσμένην εἰς τὸ σύμφωνον, ἑῴοις, ἑσπερίοις, μεσημβρινοῖς, ἀρκτικοῖς — τοῦ μὲν βαρβαρικοῦ γένους τῷ Ἑλληνικῷ, τοῦ δ’ Ἑλληνικοῦ τῷ βαρβαρικῷ, καὶ τοῦ μὲν στρατιωτικοῦ τῷ κατὰ πόλεις, τοῦ δὲ πολιτικοῦ τῷ στρατευομένῳ συμφρονήσαντος εἰς μετουσίαν καὶ ἀπόλαυσιν εἰρήνης — οὐκ ἐθαύμασε καὶ κατεπλάγη τῆς ὑπερφυοῦς καὶ παντὸς λόγου κρείττονος εὐπραγίας, ἐξ ἑτοίμου τἀγαθὰ ἀθρόα σωρηδὸν κεκληρονομηκότα, παμπληθεῖς θησαυροὺς χρημάτων, ἄργυρον καὶ χρυσόν, τὸν μὲν ὡς ὕλην, τὸν δὲ ὡς νόμισμα, τὸν δὲ ὡς προκόσμημα δι’ ἐκπωμάτων καί τινων ἑτέρων ἃ πρὸς ἐπίδειξιν τεχνιτεύεται, παμπληθεῖς δυνάμεις, πεζάς, ἱππικάς, ναυτικάς, προσόδους ὥσπερ ἐκ πηγῶν ἀενάῳ τινὶ φορᾷ χορηγουμένας, ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη.