Εἰδὼς οὖν, ὅτι παρὰ μικρὸν ἐλθόντα μυριάκις αὐτὸν ἀπολέσθαι διέσωσεν, ἀνυπούλοις καὶ πεπαρρησιασμέναις ἐχρῆτο ταῖς νουθεσίαις· ἐβούλετο γάρ, ὡς ἀγαθὸς δημιουργός, ἀκαθαίρετον διαμεῖναι τὸ οἰκεῖον ἔργον, μήτε ὑπ’ αὐτοῦ διαλυθὲν μήτε ὑφ’ ἑτέρου. ὁπότε οὖν ἢ καταδαρθόντα ἐν συμποσίῳ θεάσαιτο, περιανίστη στοχαζόμενος ἅμα μὲν τοῦ πρέποντος ἅμα δὲ καὶ τῆς ἀσφαλείας — εὐεπιβούλευτον γὰρ ὁ κοιμώμενος —, ἤ τινας ἐκμανῶς ὀρχηστὰς ὁρῶντα ἢ ἔστιν ὅτε συνορχούμενον ἢ ἐπὶ μίμοις αἰσχρῶν καὶ σκωμμάτων μὴ ὑπομειδιῶντα σεμνότερον ἀλλὰ μειρακιωδέστερον καγχάζοντα ἢ κιθαρῳδῶν ἢ χορῶν τῆς ἐμμελείας ἡττώμενον, ἔστιν ὅπου καὶ συνᾴδοντα, ἔνυττε πλησίον καθεζόμενος ἢ κατακεκλιμένος καὶ ἐπέχειν ἐπειρᾶτο. πολλάκις δὲ καὶ ἐπικλίνας πρὸς οὖς, ἵνα μὴ κατακούοι τις ἕτερος, ἡσυχῇ καὶ πρᾴως ἐνουθέτει φάσκων· "οὐδενὶ τῶν παρόντων ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀνθρώπων ὅμοιον εἶναί σε δεῖ, οὔτε ἐν θεάμασιν οὔτε ἐν ἀκούσμασιν οὔτε ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ τὰς αἰσθήσεις, ἀλλὰ προφέρειν ἐπὶ τοσοῦτον ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ 1 ἣ CGO: om. ceteri εἴληφε M 3 μάχλος D Anton. Mel. 4 κολλικικωτέρα M διαφοράν MA 6 στρατηγήμασιν L 9 ἂν ὑπούλοις C πεπαρρησιασμένοις Α 10 μεῖναι Μ 11 pr. μήτε] μήθ᾿ A (Mang.) alt. μήτε] μήθ’ MA (Mang.) ὑφ’] ὑπὸ M γοῦν A 11. 12 καταδαρθόντα Cohn: καταδαρθέντα codd. (v) 12 περιανίστη] περιιὼν ἀνίστη Α περιὼν ἀνίστη Mang., προσιὼν ἀνίστη coniecerat Matthaei) μὲν om. Α 14 ἐκμανῶς om. Α; ἐκμανεῖς coni. Siegfried ὀρχιστὰς CGO ὀρχηστὰς ὀρχηστὰς ἐκμανῶς transp. M ὡς ante ἔστιν add. GOMAH (v), om. C (sic mavult Mang.) 15 ἐπὶ μίμοις] ἐπιτιμίοις M σκωμάτων M, σκομμάτων L; σκώμμασι coni. Cohn 16 καγχάζοντα GAH: κακχάζοντα CM, καχλάζοντα 0, καχάζοντα Cohn 17 ὡς ante ἔστιν add. MA (Mang.) ; ὥστ’ Dahl συνᾴδοντα C (Turn.): συνᾴδειν ceteri (Mang.) καθιζόμενος Mang. 17. 18 κατεοι κεκλιμένος M 19 κατακούῃ L, ἀκούοι Α ἡσυχῇ καὶ πράως om. M 20. 21 οὕτ’ (ter) A 22 ἐν om. C τὸν MD (Mang.): om. ceteri (Turn.) 2. 3 Flor. Laur. nr. 15 δεινὸν γυνὴ γνώμην ἀνδρὸς παραγαγεῖν. 2—4 DR fol. I36r Anton. Mel. II 34 Col. 1089 Φίλωνος: δεινὸν γυνὴ — κολακικωτέρα (μαλακικωτέρα sive μαχλικωτέρα vel μαλακωτέρα Anton. Mel.) γίνεται. 22—164,12 DR fol. 113v τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γάιον πρεσβείας: τὸν ἡγεμόνα καὶ κύριον τῶν πραγμάτων τοσοῦτον χρὴ προφέρειν ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ ὅσον καὶ ταῖς εὐτυχίαις τῶν ἄλλων διενήνοχεν — πράγματος (v. 5). εἰ γὰρ τὰ (v. 8) — μεγίστης τέχνης πασῶν (cf. v. 13) ἐπιστήμονα; 14—17 DK fol. 170r DM fol. 206v DP (Harris p. 98) Φίλωνος ἐκ τῆς (τοῦ DM) πρὸς Γάιον πρεσβείας πρεσβύτερον DM) DR fol. 190v Φίλωνος DV p. 551 Flor. Paris. nr. 30: ἄξιον θαυμάσαι τὴν θάλασσαν, δι’ ἧς τὰς ἀντιδόσεις τῶν ἀγαθῶν τῶν ἀγαθῶν om. Dk) αἰ χῶραι ἀλλήλαις ἀντεκτίνουσιν καὶ τὰ μὲν ἐνδέοντα λαμβάνουσιν, ὧν δὲ ἄγουσιν περιουσίαν ἀντιπέμπουσιν ἀναπέμπουσιν DK). ὅσον καὶ ταῖς εὐτυχίαις διενήνοχας. ἄτοπον γὰρ τὸν ἡγεμόνα γῆς καὶ θαλάττης νικᾶσθαι πρὸς ᾠδῆς ἢ ὀρχήσεως ἢ χλευαστικοῦ σκώμματος ἤ τινος τῶν ὁμοιοτρόπων, ἀλλὰ μὴ ἀεὶ καὶ πανταχοῦ μεμνῆσθαι τῆς ἡγεμονίας, καθάπερ ποιμένα τινὰ καὶ ἐπιστάτην ἀγέλης, τὰ πρὸς βελτίωσιν ἀπὸ παντὸς οὑτινοσοῦν ἐφ’ ἑαυτὸν ἕλκοντα καὶ λόγου καὶ πράγματος." εἶτα ἔφασκεν· "ὅταν παρατυγχάνῃς σκηνικοῖς ἀγῶσιν ἢ γυμνικοῖς ἢ τοῖς κατὰ τὰς ἱπποδρομίας, μὴ σκόπει τὰ ἐπιτηδεύματα, ἀλλὰ τὴν ἐν τοῖς ἐπιτηδεύμασι κατόρθωσιν, καὶ λάμβανε τὸν τοιοῦτον λογισμόν·