τὸ δὲ σόφισμα τοιοῦτον ἦν· συναγαγὼν τοὺς ἐν τέλει „βούλομαι μὲν“ ἔφη „τὸν γένει μὲν ἀνεψιὸν εὐνοίᾳ δὲ ἀδελφόν, ἑπόμενος καὶ τῇ τοῦ τετελευτηκότος Τιβερίου γνώμῃ, κοινοπραγεῖν τῆς αὐτοκρατοῦς ἐξουσίας· ὁρᾶτε δὲ καὶ αὐτοὶ νήπιον ἔτι ὄντα κομιδῇ καὶ χρῄζοντα ἐπιτρόπων καὶ διδασκάλων καὶ παιδαγωγῶν. ἐπεὶ τί ἂν ἦν μεῖζον ἀγαθὸν ἢ τὰ τοσαῦτα βάρη τῆς ἡγεμονίας μὴ μίαν ψυχὴν ἢ σῶμα ἓν ἐπηχθίσθαι, ἀλλ’ ἔχειν τὸν δυνησόμενον ἐπελαφρίζειν καὶ συνεπικουφίζειν; ἐγὼ δὲ“ ἔφη "παιδαγωγοὺς καὶ διδασκάλους καὶ ἐπιτρόπους ὑπερβαλὼν ἐμαυτὸν μὲν ἤδη γράφω πατέρα, υἱὸν δὲ ἐκεῖνον.“ τούτοις καὶ τοὺς παρόντας ἀπατήσας καὶ τὸ μειράκιον — δέλεαρ γὰρ ἦν ἡ θέσις οὐκ ἐλπιζομένης ἡγεμονίας, ἀλλ’ ἀφαιρέσεως ἧς εἶχεν ἤδη — τῷ συγκληρονόμῳ καὶ κοινωνῷ δικαίῳ μετὰ πολλῆς ἀδείας οὐδενὸς ἔτι πεφροντικὼς ἐπεβούλευεν. ἡ γὰρ υἱοῦ παντελὴς ἐξουσία κατὰ τοὺς τῶν Ῥωμαίων νόμους 1 ἀπολειφθέντα] ἀποδειχθέντα coni. Mang. 4 πρός ante ἔγκλημα add. CGO οι τοσοῦτον M ὁ δύστηνος εἰς μειράκιον transp. M 5 ἐπεβίωσε 6 ἂν] γὰρ A δι’] δ’ M 7 ἂν ἀποδέδεικτο M, ἀπεδείκνυτο A, ἀποδέδεικτο L 8 ὑπό] ἔπι Ο 9 ἀγαγεῖν OMAH: ἐπαγαγεῖν CG τὴν] τῆ M, τοῦ H1 τῆς H2L 10 κοινωνὸν] κοινὸν εὐεργέτην Α διαβολὴν CA: διαβολὴ 0, διαβολὴ GM, διαμονῆς H ἀποδράσεσθαι CGA (Mang.): ἀποδράσασθαι OMH (Turn.) καταστρατηγῶν σοφίσματι coni. Mang. 11 τοιοῦτον σόφισμ’ transp. Α βουλοίμην coni. Maug. (Dahl) μὲν om. Α 13 τελευτηκότος GH, τελευτήσαντος M 14 pr. καὶ om. H αὐτὸν ἔτ᾿ A om. M 15 ἢ] εἰ AH​ 16 μία ψυχὴ A ἐπηχθίσθαι CM: ἐπιχθῆσθαι G, ἐπηχθῆσθαι 0, ἐπηχθίσθη Α, ἐπήχθισται H ἔχειν] ἔσχε Α 17 ἐπικουφίζειν H δ’ Α ἔφη seclusit Dah] 18 ὑπερβαλὼν] ὑπερβάς coni. Mang., ὑπερβαίνων coni. Cohn. μὲν CGO: om. ceteri (v) 19 δ’ Α 20 δέλεαρ — θέσις om. Α 21 ἀλλὰ C ἧς Cohn et Wendl. : ἣν codd. (v) εἶχον M τῶ GOAH: τῶν CM συγκληρονόμω Α (coni. Mang.): σκληρονόμων G, συγκληρονόμων ceteri (v) ; συγκληρονομεῖν coni. Ernesti 21. 22 καὶ κοινωνῷ om. OA 22 κοινωνῷ Mang.: κοινωνῶν codd. (v): κοινωνεῖν coni. Ernesti δικαίω CGOH: δικαίων MA (coni. Mang.) οὐδὲν Η 23 τῶν om. MA ἀνάκειται πατρί, δίχα τοῦ καὶ ἀνυπεύθυνον ἀρχὴν εἶναι τὴν αὐτοκράτορα, μηδενὸς ἐπὶ τοῖς ὁπωσοῦν πεπραγμένοις λόγον ἀπαιτεῖν τολμῶντος ἢ δυναμένου. τοῦτον μὲν δὴ καθάπερ ἐν τοῖς ἀγῶσιν ἔφεδρον ὑπολαβὼν εἶναι καταπαλαίει, μήτε συντροφίας μήτε οἰκειότητος μήτε ἡλικίας οἶκτον λαβών, δύστηνον, ὠκύμορον, συνάρχοντα, συγκληρονόμον, τὸν ἐλπισθέντα ποτὲ καὶ μόνον αὐτοκράτορα διὰ τὴν πρὸς Τιβέριον ἐγγυτάτω συγγένειαν· υἱωνοὶ γὰρ πατέρων ἀποθανόντων ἐν υἱῶν τάξει παρὰ πάπποις καταριθμοῦνται. λέγεται δὲ ὅτι καὶ κελευσθεὶς αὐτοχειρίᾳ κτείνειν ἑαυτόν, ἐφεστώτων ἑκατοντάρχου καὶ χιλιάρχου, οἷς εἴρητο μὴ συνεφάψασθαι τοῦ ἄγους, ὡς οὐκ ἐξὸν αὐτοκρατόρων ἀπογόνους πρὸς ἑτέρων ἀναιρεῖσθαι — νόμων γὰρ ἐν ἀνομίαις καὶ ὁσιότητος ἐν ἀνοσιουργίαις ἐμέμνητο κατειρωνευόμενος τὴν φύσιν τῆς ἀληθείας —, ἀπείρως ἔχων — οὐδὲ γὰρ ἕτερόν τινα κτεινόμενον εἶδεν οὐδὲ ἤσκητό πω ταῖς ὁπλομαχίαις, αἳ μελέται καὶ προγυμνάσματα παίδων ἐφ’ ἡγεμονίᾳ τρεφομένων εἰσὶ διὰ τοὺς ἐνισταμένους πολέμους — τὸ μὲν πρῶτον τοὺς ἥκοντας παρεκάλει τὸν αὐχένα προτείνας ἀνελεῖν.