εἶτα ἐναργεῖς τύπους καὶ μορφὰς αὐτῶν καθορῶντες ἀεὶ τοῖς λογισμοῖς αὑτῶν τεθήπασι· καὶ τοὺς μὲν τιμητικῶς ἔχοντας ἀλλοφύλους αὐτῶν οὐχ ἧττον τῶν ἰδίων ἀποδέχονται πολιτῶν, τοῖς δὲ ἢ καθαιροῦσιν ἢ χλευάζουσιν ὡς πολεμιωτάτοις ἀπέχθονται· καὶ πεφρίκασι μὲν ἕκαστον τῶν διηγορευμένων οὕτως, ὡς ἅπασαν τὴν παρ’ ἀνθρώποις εἴτε εὐτυχίαν εἴτε εὐδαιμονίαν χρὴ καλεῖν μηδέποτ’ ἂν ὑπὲρ παραβάσεως καὶ τοῦ τυχόντος ἂν ὑπαλλάξασθαι. περιττοτέρα δὲ καὶ ἐξαίρετός ἐστιν αὐτοῖς ἅπασιν ἡ περὶ τὸ ἱερὸν σπουδή. τεκμήριον δὲ μέγιστον· θάνατος ἀπαραίτητος ὥρισται κατὰ τῶν εἰς τοὺς ἐντὸς περιβόλους παρελθόντων — δέχονται γὰρ εἰς τοὺς ἐξωτέρω τοὺς πανταχόθεν πάντας — τῶν οὐχ ὁμοεθνῶν. εἰς δὴ ταῦτα ἀφορῶν ὁ Πετρώνιος βραδὺς ἦν ἐγχειρητής, ὅσον τόλμημα μεγαλουργεῖται σκεπτόμενος, καὶ συγκαλέσας ὡς ἐν συνεδρίῳ τοὺς τῆς ψυχῆς ἅπαντας λογισμοὺς τὴν ἑκάστου γνώμην διηρεύνα καὶ πάντας εὕρισκεν ὁμογνωμονοῦντας περὶ τοῦ μηδὲν κινεῖν τῶν ἐξ ἀρχῆς καθωσιωμένων, πρῶτον διὰ τὸ φύσει δίκαιον καὶ εὐσεβές, ἔπειτα διὰ τὸν ἐπικρεμάμενον κίνδυνον, οὐκ ἐκ θεοῦ μόνον ἀλλὰ καὶ τῶν ἐπηρεαζομένων. ἔννοιά τε αὐτὸν εἰσῄει τοῦ ἔθνους, ὅσον ἐστὶν ἐν πολυανθρωπίᾳ, ὅπερ οὐκ ἐδέξατο καθάπερ τῶν ἄλλων ἕκαστον μιᾶς χώρας τῆς ἀποκεκληρωμένης αὐτῷ μόνῳ περίβολος, ἀλλ’ ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη· κέχυται γὰρ ἀνά τε τὰς ἠπείρους καὶ νήσους ἁπάσας, ὡς τῶν αὐθιγενῶν μὴ πολλῷ τινι δοκεῖν ἐλαττοῦσθαι. τοσαύτας μυριάδας ἐφέλκεσθαι πολεμίων ἆρ’ οὐ σφαλερώτατον; ἀλλὰ μήποτε γένοιτο συμφρονήσαντας τοὺς ἑκασταχοῦ πρὸς ἄμυναν ἐλθεῖν· ἄμαχόν τι συμβήσεται χρῆμα· δίχα τοῦ καὶ τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας ἀπείρους τε εἶναι τὸ πλῆθος καὶ τὰ σώματα γενναιοτάτους καὶ τὰς ψυχὰς εὐτολμοτάτους καὶ προαποθνῄσκειν αἱρουμένους τῶν πατρίων ὑπὸ φρονήματος, ὡς μὲν ἔνιοι τῶν διαβαλλόντων εἴποιεν ἄν, βαρβαρικοῦ, ὡς δὲ ἔχει τἀληθές, ἐλευθερίου καὶ εὐγενοῦς.