<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="201"><p>οὗτοι παρὰ τῶν <lb n="25"/>
ἐπιφοιτώντων ἀκούοντες, ὅσῃ σπουδῇ κέχρηται Γάιος περὶ τὴν ἰδίαν
ἐκθέωσιν καὶ ὡς ἀλλοτριώτατα διάκειται πρὸς ἅπαν τὸ Ἰουδαϊκὸν γένος,
καιρὸν ἐπιτήδειον εἰς ἐπίθεσιν παραπεπτωκέναι νομίζοντες αὐτοσχέδιον
ἀνιστᾶσι βωμὸν εἰκαιοτάτης ὕλης, πηλὸν σχηματίσαντες εἰς πλίνθους,
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ Α
<lb/>3 ταῦθ’ A
<lb/>4 διεξῇμεν] διέξημεν (η corr. in ι) 0, διέξιμεν διέξειμεν ν
<lb/>5 δ’ Α ἐπαγγείλαντας L
<lb/>6 κάθησθε C: καθέζεσθε ΜΑ, Η, καθίζεσθαι G, αἰ corr. in ἑ αὐτὸ] αὔτως C, αὕτως G, οὕτως ἐνιέντες COH2L: ἐνιέντας G, ἐνέντες MA, ἐνιόντες H1
<lb/>7 προσηγεῖσθαι CGO
<lb/>9 δέ A (Mang.): om. ceteri (Turn.)
<lb/>10 μὴ πείσεσθαι A (Mang.): om. ceteri (Turn.) 
<lb/>11 κατέχηται δ’ Α
<lb/>12 ἀπαύστοις om. Ο 15.
<lb/>16 6 Καπίτων ἐστὶ glossema esse putat Mang.
<lb/>16 ἐστὶν C (v) Ἰουδαίας] Ἰουδαίας] coni. Schürer Joseph. Ant. XVIII 6,3 εἶχε ἐγκόπως M
<lb/>18 εἶτ’ A αὐτῶ Α
<lb/>19 ἦ CGH2L: ἥ O, εἰ MH1, ὡς Α διακρούεται G, διακρούσηται A 
<lb/>20 αὐτοῦ M
<lb/>21 ἰάμνειαν CGH: ἰάμνιαν OMA τοῖς codd.: ταῖς v 
<lb/>22 πολυανθρώποις coni. Mang. (Dahl), ταύτην seclusi
<lb/>23 πλ<foreign xml:lang="abbr">ABBREV</foreign>σιοχώρων C 
<lb/>26 περὶ] παρὰ Η
<lb/>27 Ἰουδαϊκὸν γένος] ἰουδαίων ἔθνος A (prob. Mang.) 
<lb/>28 εἰς] πρὸς Α
<lb/>29 ἀνιστᾶσι] παριστῶσι Α, ἀνιστῶσι ceteri (v)</note>  

<pb n="v.6.p.193"/>
ὑπὲρ τοῦ μόνον ἐπιβουλεύειν τοῖς συνοικοῦσιν· ᾔδεσαν γὰρ οὐκ ἀνεξομένους
καταλυομένων τῶν ἐθῶν, ὅπερ καὶ ἐγένετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="202"><p>θεασάμενοι γὰρ καὶ δυσανασχετήσαντες ἐπὶ τῷ τῆς ἱερᾶς χώρας τὸ ἱεροπρεπὲς ὄντως ἀφανίζεσθαι
καθαιροῦσι συνελθόντες· οἱ δὲ εὐθὺς ἐπὶ τὸν Καπίτωνα ἧκον, ὃς ἦν τοῦ
<lb n="5"/> δράματος ὅλου δημιουργός. ἕρμαιον δὲ εὑρηκέναι νομίσας, ὅπερ ἐκ
πολλῶν χρόνων ἀνεζήτει, γράφει Γαΐῳ διαίρων τὰ πράγματα καὶ
μετεωρίζων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="203"><p>ὁ δὲ διαναγνοὺς πλουσιώτερον καὶ μεγαλοφρονέστερόν τι ἀντὶ τοῦ πλινθίνου βωμοῦ τοῦ κατ’ ἐπήρειαν ἀνασταθέντος ἐν Ἰαμνείᾳ κελεύει
  <milestone unit="altpage2" n="p. 576 M."/> κολοσσιαῖον ἀνδριάντα ἐπίχρυσον ἐν τῷ τῆς μητροπόλεως ἱερῷ καθιδρυθῆναι,
<lb n="10"/> συμβούλοις χρησάμενος τοῖς ἀρίστοις καὶ σοφωτάτοις, Ἑλικῶνι
τῷ εὐπατρίδῃ δούλῳ, σπερμολόγῳ, περιτρίμματι, καὶ Ἀπελλῇ τινι
τραγῳδῷ, ὃς ἀκμῇ μὲν τῆς πρώτης ἡλικίας, ὥς φασιν, ἐκαπήλευσε τὴν
ὥραν, ἔξωρος δὲ γενόμενος ἐπὶ τὴν σκηνὴν παρῆλθεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="204"><p>ὅσοι δὲ σκηνοβατοῦσιν ἐμπορευόμενοι θεαταῖς καὶ θεάτροις, αἰδοῦς εἰσι καὶ σωφροσύνης
<lb n="15"/> ἀλλ’ οὐκ ἀναισχυντίας καὶ ἀκοσμίας ἐρασταὶ τῆς ἀνωτάτω; διὰ ταῦτα
εἰς τὴν τοῦ συμβούλου τάξιν ὁ Ἀπελλῆς παρῆλθεν, ἵνα βουλεύσηται
Γάιος μεθ’ οὗ μὲν ὡς σκωπτέον, μεθ’ οὗ δὲ ὡς ᾀστέον, ὑπερβὰς τὰς
περὶ τῶν ὅλων σκέψεις, ὡς εἰρηνεύεσθαι καὶ ἠρεμεῖσθαι τὰ πανταχοῦ
πάντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="205"><p>ὁ<sic>ὁ</sic> μὲν οὖν Ἑλικών, σκορπιῶδες ἀνδράποδον, τὸν Αἰγυπτιακὸν <lb n="20"/> ἰὸν εἰς Ἰουδαίους ἤφιεν, ὁ<sic>ὁ</sic> δὲ Ἀπελλῆς τὸν ἀπὸ Ἀσκάλωνος· ἦν γὰρ
ἐκεῖθεν· Ἀσκαλωνίταις δὲ ἀσύμβατός τις καὶ ἀκατάλλακτος δυσμένεια
πρὸς τοὺς τῆς ἱερᾶς χώρας οἰκήτορας Ἰουδαίους ἐστὶν οὖσιν ὁμόροις.“
ταῦτα ἀκούοντες ἐφ’ ἑκάστου ῥήματος καὶ ὀνόματος ἐτιτρωσκόμεθα τὰς
ψυχάς.</p></div></div></body></text></TEI>