ἴσως ἀπόπειρα ταῦτα τῆς καθεστώσης γενεᾶς ἐστι, πῶς ἔχει πρὸς ἀρετὴν καὶ εἰ πεπαίδευται φέρειν τὰ δεινὰ λογισμοῖς ἰσχυρογνώμοσιν οὐ προκαταπίπτουσα. τὰ μὲν οὖν ἐξ ἀνθρώπων ἅπαντα καὶ ἔρρει καὶ ἐρρέτω· 5 νεών CG: ναόν ceteri 7 ἄδεια] χρεία Α 8 ζῶν GO τίς ἐστιν 6 Turn. (v): τις ὁ GM, ἐστιν ὁ C, τις ΟΗ, τις καὶ Α 9 ἐκ] καὶ ἐκ A μηδὲν CGOH2L: οὐδὲν MAH1 15 κενοῖς C 16 ποῦ] πῶς coni. Mang. 17 δεικνύντες CG 19 τοῦ κοινοῦ Ο 19. 20 μὴ — νεωτεροποιὸς καὶ] ὡς ἐξαφανίσει τὸ ἔθνος Α 20 οὑν] αὗ A 21 ᾔδεσαν] ᾔδεισαν codd. (v) ; ᾔδεις ἂν coni. Mang. 22 μετ’ εἴποιμ᾿ Α 22. 23 εἴποιμι — οὐδὲ om. H1 add. H2 23 ἐνησκήθεις C ὄντες M 25 ἐντυγχάνουσιν CD C L δημιουργεῖν CGO 26 ἐστιν CM 27 ἰσχυρογνώμοσι G 27. 28 προκαταπίπτουσι (-ιν L) H 1. 3 D R fol. 214v ἐκ τῶν πρὸς Γάιον fol. 116v τοῦ αὐτοῦ Antou. MeL II 2 Col. 1012 20 Col. 1061 Φίλωνος: νεότης μετ’ ἐξουσίας — δύσμαχον γίνεται. eadem in Georgidis cod. Laur. VIII 15 fol. 70v. 24. 25 DC fol. 201v Φίλωνος ἐκ τῆς πρός Γάιον πρεσβείας D R fol. 187v Φίλωνος: τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις οἱ θεῖοι νόμοι ἐλπίδας ἀγαθάς δημιουργοῦσιν. μενέτω δὲ ἐν ταῖς ψυχαῖς ἀκαθαίρετος ἡ ἐπὶ τὸν σωτῆρα θεὸν ἐλπίς, ὃς πολλάκις ἐξ ἀμηχάνων καὶ ἀπόρων περιέσωσε τὸ ἔθνος. Ταῦτα ἅμα μὲν ὀλοφυρόμενοι τὰς ἀπροσδοκήτους ἀτυχίας ἅμα δὲ καὶ παρηγοροῦντες ἑαυτοὺς ἐλπίδι μεταβολῆς γαληνοτέρας διεξῇμεν. μικρὸν δὲ ἐπισχόντες πρὸς τοὺς ἀπαγγείλαντας „τί καθ’ ἡσυχίαν“ εἴπομεν „κάθησθε, σπινθῆρας αὐτὸ μόνον τοῖς ὠσὶν ἡμῶν ἐνιέντες, ὑφ’ ὧν καιόμεθα καὶ πυρπολούμεθα, δέον προσεξηγεῖσθαι καὶ τὰ κεκινηκότα τὸν Γάιον;“ οἱ δέ· „τὴν μὲν ἀνωτάτω καὶ πρώτην αἰτίαν ἴστε, ἣν καὶ πάντες ἴσασιν ἄνθρωποι· θεὸς βούλεται νομίζεσθαι, ὑπείληφε δὲ μόνους Ἰουδαίους μὴ πείσεσθαι, οἷς μεῖζον οὐδὲν ἂν προστρίψαιτο κακὸν ἢ λυμηνάμενος τὴν τοῦ ἱεροῦ σεμνότητα. κατήχηται δέ, ὅτι καὶ πάντων ἱερῶν τῶν πανταχοῦ κάλλιστόν ἐστιν ἐξ ἀπείρων χρόνων ἀπαύστοις καὶ ἀφειδέσι δαπάναις ἀεὶ προσκοσμούμενον· δύσερις δὲ καὶ φιλόνεικος ὢν σφετερίσασθαι τοῦτο εἰς ἑαυτὸν διανοεῖται. παρατέθηκται δὲ νῦν μᾶλλον ἢ πρότερον ἐξ ἐπιστολῆς, ἣν ἔπεμψε Καπίτων. φόρων ἐκλογεὺς ὁ Καπίτων ἐστὶ τῶν τῆς Ἰουδαίας, ἔχει δέ πως πρὸς τοὺς ἐγχωρίους ἐγκότως· πένης γὰρ ἀφιγμένος καὶ ἐξ ὧν νοσφίζεται καὶ παρεκλέγει ποικίλον τινὰ καὶ πολὺν πλοῦτον ἠθροικώς, εἶτα εὐλαβηθείς, μή τις αὐτοῦ γένηται κατηγορία, τέχνην ἐπενόησεν, ᾗ διαβολαῖς τῶν ἀδικηθέντων διακρούσεται τὰς αἰτίας. ἀφορμὴν δὲ αὐτῷ δίδωσιν εἰς ὅπερ ἐβούλετο συντυχία τις τοιαύτη. τὴν Ἰάμνειαν — πόλις δέ ἐστι τῆς Ἰουδαίας ἐν τοῖς μάλιστα πολυάνθρωπος — [ταύτην] μιγάδες οἰκοῦσιν, οἱ πλείους μὲν Ἰουδαῖοι, ἕτεροι δέ τινες ἀλλόφυλοι παρεισφθαρέντες ἀπὸ τῶν πλησιοχώρων, οἳ τοῖς τρόπον τινὰ αὐθιγενέσιν ὄντες μέτοικοι κακὰ καὶ πράγματα παρέχουσιν, ἀεί τι παραλύοντες τῶν πατρίων Ἰουδαίοις.