<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="191"><p>ἐξέσται δὲ προσελθεῖν ἢ διᾶραι τὸ στόμα περὶ προσευχῶν τῷ λυμεῶνι τοῦ πανιέρου; δῆλον γὰρ ὡς οὐ φροντιεῖ τῶν ἀφανεστέρων καὶ τιμῆς
<lb n="5"/> ἐλάττονος ἠξιωμένων ὁ τὸν περισημότατον καὶ ἐπιφανέστατον νεών, εἰς
ὃν ἀνατολαὶ καὶ δύσεις ἀποβλέπουσιν ἡλίου τρόπον πανταχόσε λάμποντα,
καθυβρίζων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="192"><p>εἰ δὲ καὶ γένοιτό τις ἄδεια προσόδου, τί χρὴ προσδοκᾶν ἢ θάνατον ἀπαραίτητον; ἀλλ’ ἔστω, τεθνηξόμεθα· ζωὴ γάρ τίς ἐστιν ὁ ὑπὲρ
φυλακῆς νόμων εὐκλεέστατος θάνατος. εἰ δὲ ἐκ τῆς ἡμετέρας τελευτῆς
<lb n="10"/> γενήσεται μηδὲν ὄφελος, οὐ μανία παραπολέσθαι, καὶ ταῦτα πρεσβεύειν
δοκοῦντας, ὡς τῶν πεμψάντων μᾶλλον ἢ τῶν ὑπομενόντων εἶναι τὴν
συμφοράν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="193"><p>οὐ μὴν ἀλλὰ καὶ ὅσοι τὰς φύσεις μισοπονηρότατοι τῶν ὁμοφύλων ἀσέβειαν ἡμῶν κατηγορήσουσιν ὡς, ἐν ἐσχάτῳ κινδύνῳ τῶν ὅλων
σαλευόντων, ἐπιμνησθέντων ὑπὸ φιλαυτίας ἰδίου τινός· τοῖς γὰρ μεγάλοις
<lb n="15"/> τὰ βραχέα καὶ τοῖς κοινοῖς τὰ ἴδια ὑποστέλλειν ἀναγκαῖον, ὧν οἰχομένων
ἔρρει καὶ ἡ πολιτεία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="194"><p>ποῦ γὰρ ὅσιον ἢ θεμιτὸν ἄλλως ἀγωνίζεσθαι, δεικνύντας ὡς ἐσμὲν Ἀλεξανδρεῖς, οἷς ὁ περὶ τῆς καθολικωτέρας πολιτείας
ἐπικρέμαται κίνδυνος τῆς Ἰουδαίων; ἅμα γὰρ τῇ τοῦ ἱεροῦ καταλύσει
δέος, μὴ καὶ τὸ κοινὸν τοῦ ἔθνους ὄνομα συναφανισθῆναι κελεύσῃ ὁ
<lb n="20"/> νεωτεροποιὸς καὶ μεγαλουργὸς ἄνθρωπος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="195"><p>ἀμφοτέρων οὖν τῶν ὑποθέσεων δι’ ἃς ἐστάλημεν οἰχομένων, ἴσως φήσει τις· τι οὖν, οὐκ ᾔδεσαν πραγματεύεσθαι
τὴν μετὰ ἀσφαλείας ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· ἢ οὐκ
ἔχεις ἀνδρὸς εὐγενοῦς πάθος γνήσιον ἢ οὐκ ἐνετράφης οὐδὲ ἐνησκήθης
τοῖς ἱεροῖς γράμμασιν. ἐλπίδων εἰσὶ πλήρεις οἱ ὄντως εὐγενεῖς, καὶ οἱ
<lb n="25"/> νόμοι τοῖς ἐντυγχάνουσι μὴ χείλεσιν ἄκροις ἐλπίδας ἀγαθὰς δημιουργοῦσιν.
</p></div></div></body></text></TEI>