φροντίζουσι δὲ ἡμῖν τῆς ὑποθέσεως — ἀεὶ γὰρ κληθήσεσθαι προσεδοκῶμεν — προσέρχεταί τις ὕφαιμόν τι καὶ ταραχῶδες ὑποβλεπόμενος, ἄσθματος μεστός, καὶ μικρὸν ἀπὸ τῶν ἄλλων ἀπαγαγών — πλησίον γὰρ ἦσάν τινες — „ἠκούσατε“ ἔφη „τὰ καινά;“ καὶ μέλλων ἀπαγγέλλειν ἐπεσχέθη, δακρύων ἀθρόας φορᾶς ἐνεχθείσης. καὶ πάλιν ἀρξάμενος δεύτερον ἐπεσχέθη καὶ τρίτον. ἅπερ ὁρῶντες ἡμεῖς ἐπτοήμεθα καὶ παρεκαλοῦμεν μηνῦσαι τὸ πρᾶγμα, οὗ χάριν ἐλθεῖν ἔφασκεν· „οὐ γὰρ ἕνεκα τοῦ διὰ μαρτύρων κλαίειν· εἰ δὲ ἄξια δακρύων ἐστί, μὴ μόνος ἀπόλαυε τῆς λύπης· ἐθάδες γεγόναμεν ἤδη κακοπραγιῶν.“ ὁ δὲ μόλις μὲν ἀναλύζων δὲ ὅμως κεκομμένῳ τῷ πνεύματί φησιν· „οἴχεται ἡμῶν τὸ ἱερόν· ἀνδριάντα κολοσσιαῖον ἐσωτάτω τῶν ἀδύτων ἀνατεθῆναι Γάιος προσέταξε Διὸς ἐπίκλησιν αὐτοῦ.“ θαυμασάντων δὲ τὸ λεχθὲν καὶ πεπηγότων ὑπ’ ἐκπλήξεως καὶ μηδὲ προελθεῖν ἔτι δυναμένων — ἀχανεῖς γὰρ εἱστήκειμεν ὀλιγοδρανοῦντες καὶ καταρρέοντες περὶ αὑτοῖς, τῶν σωματικῶν τόνων ἐκνενευρισμένων —, ἕτεροι παρῆσαν τὰς αὐτὰς φέροντες ὠδῖνας. ἔπειτα συγκλεισάμενοι πάντες ἀθρόοι ἰδίας ὁμοῦ καὶ κοινὰς τύχας ἐθρηνοῦμεν καὶ οἷα ὑπέβαλλεν ὁ νοῦς διεξῇμεν — λαλίστατον γὰρ ἄνθρωπος ἀτυχῶν —· ἀγωνιάσωμεν ὑπὲρ τοῦ μὴ εἰς ἅπαν ταῖς ἀνιάτοις παρανομίαις ἀφεθῆναι. χειμῶνος μέσου διεπλεύσαμεν ἀγνοοῦντες, ὅσος χειμὼν ἔφεδρός ἐστιν ὁ κατὰ γῆν ἀργαλεώτερος πολλῷ τοῦ κατὰ θάλατταν· τοῦ μὲν γὰρ ἡ φύσις αἰτία διακρίνουσα τοὺς ἐτησίους καιρούς, φύσις δὲ σωτήριον· ἐκείνου δὲ ἄνθρωπος οὐδὲν φρονῶν ἀνθρώπινον, νέος καὶ 1 φορτίζουσι G 2 κεκλήσεσθαι Α τι om. CGO (Turn.) ; τε Dahl 4 κενά L (Turn.) 5 ἀπεσχέθη M 8 δ’ Α ἐστὶν C, εἰσὶ 9 ἐθάδες] ἐνθάδε LD 10 ἀναλύζων GH : ἀναβλύζων A, ἀνολύζων COM 11 ἀνδριάντι A ἐσωτάτω CO: ἑστῶτα G, εἴσω ceteri; εἰσωτάτω v 12 προσέταξεν C Διὸς] δοὺς Α 13 πεπηγότων Η: πεπληγότων ceteri ὑπ’ CA: ὑπὸ OMH, ὑπὲρ G προελθεῖν Τurn. (v): προσελθεῖν codd. (coni. Mang.) 14 ὀλιγαδρανοῦντες H1, corr. Η2, ὀλιδρανοῦντες A παραρρέοντες αὑτοῖς Η2: αὐτοῖς CGOMH1, αὐτῶν Α; αὑτοὺς coni. Mang. ὡ ϊ 15 τόνων] ὄγκων Α 16 ὀδύνας Α, ὀδύνας OH καὶ ante ἔπειτα add. CGO (v) συγκλεισάμενοι] συναλισάμενοι coni. Matthaei 17 ὑπέλαβεν A; ὑπέβαλεν v διεξῇμεν Cohn: διέξιμεν codd.; διέξειμεν v 18 ἀγωνιάσωμεν CGOMA: ἀγωνισάμενος Η1, ἀγωνιζόμενος H2L; ἀγωνιαζόμενοι (v) interpunctione mutata antecedentibus adiunxit Mang. εἰς ἅπαν ταῖς OH2L: εἰς ἅπαντας (vel εἰς ἅπαν τὰς) CGMAH1; εἰς ἅπαντας ταῖς v, εἰς ἅπαν τὰς coni. Mang., ἡμᾶς ἅπαντας ταῖς coni. Dahl (εἰς ἅπαντα ταῖς in ἀνιάτοις (sive ἀνηκέστοις sive ἀκολάστοις coni.) Dahl: ἐν αὐτοῖς codd. (v) ; ἐν ἀσπὶς vel ἀνηκέστους coni. Mang. 19 παρανομίας Α (coni. Mang.) δὲ ante μέσου add. H2L 20 ἀργαλαιότερος G 21 διακρίνουσα C (Mang.): διακρίνασα ceteri (Tum.) 22 ἐκείνου AH2L (Mang.): ἐκείνους COME1 (Turn.), ἐκεῖνος G σωτήριος G οὐδὲ Η1 corr. H2, μηδὲν Α 17. 18 DK fol. 178r ἐκ τῆς αὐτῆς: λαλίστατον ἄνθρωπος ἀτυχῶν. praecedit Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας: ἐνθάδε γεγόναμεν κακοπραγιῶν (lin. 9). νεωτεροποιὸς ἀνημμένος τὴν ἐφ’ ἅπασιν ἀνυπεύθυνον ἀρχήν· νεότης δὲ μετ’ ἐξουσίας αὐτοκρατοῦς ὁρμαῖς ἀκαθέκτοις χρωμένη κακὸν δύσμαχον.