δεξιωσάμενος γὰρ ἡμᾶς ἐν τῷ πρὸς Τιβέρει πεδίῳ τὸ πρῶτον — ἔτυχε δὲ ἐκ τῶν μητρῴων ἐξιὼν κήπων — ἀντιπροσηγόρευσε καὶ τὴν δεξιὰν χεῖρα κατέσεισεν αἰνιττόμενος εὐμένειαν καὶ τὸν ἐπὶ τῶν πρεσβειῶν, Ὅμιλον ὄνομα, προσπέμψας „αὐτὸς“ ἔφη „τῆς ὑμετέρας ὑποθέσεως ἀκούσομαι προσευκαιρήσας“, ὥστε τοὺς ἐν κύκλῳ πάντας συνήδεσθαι καθάπερ ἤδη νενικηκόσι καὶ τῶν ἡμετέρων ὅσοι ταῖς ἐπιπολαίοις παράγονται φαντασίαις. ἐγὼ δὲ φρονεῖν τι δοκῶν περιττότερον καὶ δι’ ἡλικίαν καὶ τὴν ἄλλην παιδείαν εὐλαβέστερος ἤμην ἐφ’ οἷς ἔχαιρον οἱ ἄλλοι. „διὰ τί γάρ“ ἔφασκον ἀνακινῶν τὸν ἐμαυτοῦ λογισμόν, „τοσούτων ὄντων πρεσβευτῶν σχεδὸν ἀπὸ πάσης γῆς ἀφιγμένων, ἡμῶν εἶπε τότε μόνων ἀκούσεσθαι; τί βουλόμενος; οὐ γὰρ ἠγνόει γε ὄντας Ἰουδαίους, οἷς ἀγαπητὸν τὸ μὴ ἐλαττοῦσθαι. τὸ δὲ δὴ καὶ προνομίας οἴεσθαι τυγχάνειν παρ’ ἀλλοεθνεῖ καὶ νέῳ καὶ αὐτεξουσίῳ δεσπότῃ μὴ καὶ μανίας ἐγγύς ἐστιν; ἀλλ’ ἔοικε τῇ τῶν ἄλλων Ἀλεξανδρέων μερίδι προσκεῖσθαι, ᾗ διδοὺς προνομίαν θᾶττον ὑπέσχετο δικάσειν, ἐὰν ἄρα μὴ τὸν ἴσον καὶ κοινὸν ἀκροατὴν ὑπερβὰς ἀντὶ δικαστοῦ γένηται τῶν μὲν συναγωνιστής, ἡμῶν δὲ ἀντίπαλος.“ Ταῦτα λογιζόμενος ἐσφάδᾳζον καὶ οὔτε μεθ’ ἡμέραν οὔτε νύκτωρ ἠρέμουν. ἀθυμοῦντος δέ μου καὶ τὴν ἀνίαν στέγοντος — οὐδὲ γὰρ ἀνενεγκεῖν ἀσφαλὲς ἦν —, ἕτερον κατασκήπτει βαρύτατον ἐξαπιναίως ἀπροσδόκητον κακόν, οὐχ ἑνὶ μέρει τοῦ Ἰουδαϊκοῦ τὸν κίνδυνον ἐπάγον, ἀλλὰ συλλήβδην ἅπαντι τῷ ἔθνει. ἀφίγμεθα μὲν γὰρ ἀπὸ Ῥώμης εἰς Δικαιάρχειαν ἐπακολουθοῦντες Γαΐῳ· κατεληλύθει δὲ ἐπὶ θάλατταν καὶ διέτριβε περὶ τὸν κόλπον, ἀμείβων τὰς ἰδίας ἐπαύλεις πολλὰς καὶ πολυτελῶς 1 ἐλελύθειμεν M lacunam statuit Cohn ἄρα ἔτι Turn. (v): ἄρα CGOMA, ἔτι H 2 ὅτε CH, ὅτε corr. vid. in οὔτε Ο: ὅτ’ A, οὔτε GM 3 κρῖ (sic) M τευξόμεθα (sic) G 4 ταῖς om. CGO 5 προσρήσεσιν L δεξάμενος O τιβέριν 2 τὸ] τῶ 0, om. A 6 δ’ MA 8 ὅμιλος A ὄνομα om. G 10 ἤδη om. A 10. 11 ἐπιπολεοῖς C; ἐπιβολαῖς Turn. 11 φαντασίας G (Turn.) δοκῶ A 12 ἤμην] corr. ex ἡμῖν H2; ῆν coni. Cohn 14 πρεσβευτῶν CGO: πρέσβεων ceteri σχεδῶν C ἀ (??) φιγμένων C εἶπεν CL 15 μόνων CA: μόνον ceteri 16 τὸ δὲ] τότε Turn. 17 μᾶνίς] μαγείας vel μαγγανείας coni. Matthaei 19 ὑπέχετο Η 20 τῶ C 21 ἡμῶν δὲ] τῶν δὲ ἤτοι ἡμῶν H 23 ἀνίαν Mang. (Dahl): ἄνοιαν CGOMH, ἄγνοιαν A (v) ; ἀπορίαν conicio στέγοντος Mang. (Dahl): στένοντος codd. (v) 24 ἀσφαλὲς ἢν CGO: ἢν ἀσφαλὲς ceteri ἑτέρως C, ἑτέρω GO 25 καὶ ἀπροσδόκητον coni. Mang. ἀπροδόκητον 26 συλήβδην M μέν CGO: om. ccteri 27 δικαιάρχειαν C2MH: δικατάρχιαν C1GO, δικαίαρχον A δ’ Α 28 διέτριβεν G ἠσκημένας.