διασυρμοὶ δὲ ἦσαν ἀνακεκραμένοι κατηγορίαις, ἵνα τοῖς μὲν ἡδονὰς κινῇ, ἡμᾶς δὲ τὰ μέγιστα βλάπτῃ· τὸ μὲν γὰρ προηγούμενον ἔργον εἶναι δοκοῦν, ὁ διασυρμός, πάρεργον ἦν αὐτῷ, τὸ δὲ φαινόμενον πάρεργον, αἱ κατηγορίαι, μόνον καὶ πρῶτον ἔργον. πάντα δὴ κάλων ἀνασείων, ὡς οἱ πνεῦμα δεξιὸν κατ’ οἰάκων ἔχοντες, ἐφέρετο πλησίστιος οὐριοδρομῶν, ἄλλας ἐπ’ ἄλλαις συντιθεὶς καὶ συνείρων αἰτίας. τοῦ δὲ ἐνετυποῦτο ἡ διάνοια παγιώτερον, ὡς ἄληστον εἶναι τὴν τῶν ἐγκλημάτων μνήμην. Ἐν ἀπόροις δὲ καὶ ἐν ἀμηχάνοις ὄντες, ἐπειδὴ πάντα λίθον κινοῦντες ὑπὲρ τοῦ τὸν Ἑλικῶνα ἐξευμενίσασθαι πάροδον οὐδεμίαν ἀνευρίσκομεν, μηδενὸς μήτε εἰπεῖν μήτε προσελθεῖν τολμῶντος ἕνεκα τῆς ἀλαζονείας καὶ βαρύτητος, ᾗ πρὸς πάντας ἐκέχρητο, καὶ ἅμα διὰ τὸ ἀγνοεῖν, εἴ τίς ἐστιν αὐτῷ πρὸς τὸ Ἰουδαίων γένος ἀλλοτρίωσις ἀλείφοντι τὸν δεσπότην ἀεὶ καὶ συγκροτοῦντι κατὰ τοῦ ἔθνους, τὸ μὲν ἔτι πονεῖσθαι περὶ τοῦτο τὸ μέρος εἰάσαμεν, τοῦ δὲ ἀναγκαιοτέρου περιειχόμεθα· γραμματεῖον γὰρ ἔδοξεν ἀναδοῦναι Γαΐῳ κεφαλαιώδη τύπον περιέχον ὧν τε ἐπάθομεν καὶ ὧν τυχεῖν ἠξιοῦμεν. ἦν δὲ σχεδὸν τοῦτο ἐπιτομή τις ἱκετείας μακροτέρας, ἣν ἐπεπόμφειμεν πρὸ ὀλίγου δι’ Ἀγρίππα τοῦ βασιλέως· ἐκ τύχης γὰρ ἐπεδήμησε τῇ πόλει μέλλων εἰς Συρίαν κατὰ 1 ὑπισχνεῖται Α φωλεύοντα CGO 2 μόνους] νόμους G ἠσθώμεθα C 4 τιθασσεῦσαι Α (v) 5 pr. καὶ om. v συνεσφαίριζε] συνεσφαίριζε] CO, corr. G 6 συνελούετο] συνεβουλεύετο A τὴν] τῶ 7 τοῦ om. A κοιμιστοῦ Ο ἄχρι σωματοφύλακος MH 8 μόνος CGO: μόνας ceteri 9 διαφειδομένας M, διαφθειρομένων Ο 10 μάλιστ’ Α δ’ Α τοῖς] τῷ coni. Cohn 11 κ ABBREV ινῆ (o eras.) C; κινῆν (sic) Turn. ἡμᾶς CA: ἡμῖν GOMH γὰρ om. A 13 πρῶτον καὶ μόνον transp. H (v) δὴ] δὲ δὴ coni. Mang. κάλον CG, corr. 15 οὐριοδετομῶν A ἐπ’ ἄλλαις CA: ἐπ’ ἀλλήλαις GOMH τοῦ] Γαίου conicio 17 μνήμην Α (Mang.): γνώμην ceteri (Turn.) 18 δὲ] οὑν A (Mang.) 19 τὸν] τῶν Α ἐξευμενίσασθαι] ἐξιλεώσασθαι 19. 20 εὑρίσκομεν OH 20 pr. μήτε] μήτ’ A 22 εἴ τις A, ἥτις GO 23 δὲ ante τὸν add. M 24 περὶ] κατὰ M εἰάσαμεν om. Α δ’ A 26 τ’ A ἐπιτίμη M 27 μακροτέρα CGO πρό ὀλίγου sine causa suspectum dicit Mang. διὰ γρίππου G, δι’ ἀγρίππου O τὴν δοθεῖσαν αὐτῷ βασιλείαν ἀπαίρειν. * * * ἐλελήθειμεν δὲ ἄρα ἔτι ἀπατῶντες ἑαυτούς· καὶ γὰρ πρότερον, ὅτε εὐθὺς ἠρξάμεθα πλεῖν οἰόμενοι πρὸς κριτὴν ἀφίξεσθαι τευξόμενοι τῶν δικαίων. ὁ δὲ ἦν ἐχθρὸς ἄσπονδος, δελεάζων ὅσα τῷ δοκεῖν φαιδρῷ τῷ βλέμματι καὶ ἱλαρωτέραις ταῖς προσρήσεσι.