Τούτων ἦσαν οἱ πλείους Αἰγύπτιοι, πονηρὰ σπέρματα, κροκοδείλων καὶ ἀσπίδων τῶν ἐγχωρίων ἀναμεμαγμένοι τὸν ἰὸν ὁμοῦ καὶ θυμὸν ἐν ταῖς ψυχαῖς. ἡγεμὼν δὲ οἷά τις ἦν χοροῦ τοῦ Αἰγυπτιακοῦ θιάσου παντὸς Ἑλικών, ἐπάρατον καὶ ἐξάγιστον ἀνδράποδον παρεισφθαρὲν εἰς τὴν αὐτοκρατορικὴν οἰκίαν· ἀπεγεύσατο γὰρ τῶν ἐγκυκλίων κατὰ φιλοτιμίαν τοῦ προτέρου δεσπότου, ὃς αὐτὸν ἐδωρήσατο Τιβερίῳ Καίσαρι. τότε μὲν οὖν οὐδεμιᾶς ἐτύγχανε προνομίας, ὅσα μειρακιώδη χαριεντίσματα Τιβερίου διαμεμισηκότος, ἐπειδὴ πρὸς τὸ σεμνότερόν τε καὶ αὐστηρότερον σχεδὸν ἐκ πρώτης ἡλικίας ἐπικλινῶς εἶχεν. ἐπεὶ δὲ ὁ μὲν ἐτελεύτησε, Γάιος δὲ τὴν ἡγεμονίαν διεδέξατο, νέῳ δεσπότῃ παρεπόμενος εἰς ἀνέσεις καὶ τρυφὴν τὴν διὰ πάσης αἰσθήσεως ἐπιχαλῶντι „σός“ εἶπε „νῦν ὁ καιρός ἐστιν, Ἑλικών, ἐπέγειρε σαυτόν· ἔχεις πρὸς ἐπίδειξιν ἀκροατὴν 1 φέροντες Α ἐστὶν C σεμνὸν] ἄσεμνον sive συχνὸν coni. Matthaei 1. 2 παρ’ αὐτοῖς σεμνὸν transp. A 2 ἰοβόλοις ἀσπίσι καὶ ἴβεσι transponenda vid. Mang. 3 αὐτῆς CO: αὐτοῖς ceteri θηρίων αὐτῆς transponendum vid. Mang. (Dahl) νοί ὥστ’ Α 7 δέ] δὲ καὶ A (Mang.) ὑπελάμβανεν L θαυμάζεσθαι M παρ’ ] τοῖς Α; παρά Mang. 8. 9 ἐχρῶντο — ὀνόμασιν om. A 11 αὑτὸν] αὐτὸν codd. (v) 12 ἀπὸ τῶν ἀλεξανδρέων A 13 γὰρ] μὲν γὰρ M (Mang.) ἀνάγνωστον G αὐτῶ τοῦτο transp. καὶ Α (Mang.): om. ceteri (Turn.) 14 ἀηδεστάτη H1, corr. H2 17 πονηροῦ coni. Cohn coll. Dem. XXV 48 σπέρματα] θηρία coni. Mang., θρέμματα Matthaei 17. 18 κροκωδείλων (o ex a) C 20 ἑλίκων C (v) 23 οὑν om. Η μειρακειώδη C 24 μεμισηκότος A τε om. CGO 25 ἐπειδὴ δ’ Α ἐτελεύτησεν C 27 ἐπιχαλῶντι CGOAH (mavult Mang.): ἐπικαλοῦντι M (v) εἶπεν CA νῦν οm. Α 28 ἑλίκων C (v) ἐπέγειραι CG σαυτόν] δὲ αὐτόν A ἔχειν Α καὶ θεατὴν τὸν πάντων ἄριστον· εὔθικτος εἶ τὴν φύσιν· σκώπτειν καὶ χαριεντίζεσθαι δύνασαι μᾶλλον ἑτέρων· ἀθύρματα καὶ παιδιὰς ληρώδεις καὶ παρασεσυρμένας οἶδας· τῶν ἐγκυκλίων οὐχ ἧττον πεπαίδευσαι τὰ ἀχόρευτα· πρόσεστί σοι καὶ τὸ στωμύλον οὐκ ἀτερπές. ἐὰν ἔτι κέντρον ἐγκαταμίξῃς τοῖς τωθασμοῖς ὑποκακόηθες, ὡς μὴ γέλωτα κινεῖν μόνον ἀλλὰ καὶ πικρίαν ἐκ τοῦ καχυπόνου, τὸν δεσπότην ὅλον ἥρπακας εὐφυῶς διακείμενον πρὸς ἀκρόασιν τῶν μετὰ χλεύης ἐγκλημάτων· ἀναπέπταται γὰρ αὐτοῦ, ὡς οἶδας, τὰ ὦτα καὶ ἀνωρθίασται πρὸς τοὺς ἐπιτετηδευκότας συνυφαίνειν τὸ βλασφημεῖν τῷ συκοφαντεῖν. ὕλας δὲ μὴ ζήτει περιττοτέρας· ἔχεις τὰς κατὰ Ἰουδαίων καὶ τῶν Ἰουδαϊκῶν ἐθῶν διαβολάς, αἷς ἐνετράφης· ἐξ ἔτι σπαργάνων ἀνεδιδάχθης αὐτάς, οὐ παρ’ ἑνὸς ἀνδρὸς ἀλλὰ τοῦ γλωσσαργοτάτου μέρους τῆς Ἀλεξανδρέων πόλεως· ἐπίδειξαι τὰ μαθήματα.“