καὶ τοῖς πανταχόσε χειροτονουμένοις ὑπάρχοις ἐπέσκηψε παρηγορῆσαι μὲν τοὺς κατὰ πόλεις τῶν ἀπὸ τοῦ ἔθνους, ὡς οὐκ εἰς πάντας προβάσης τῆς ἐπεξελεύσεως, ἀλλ’ ἐπὶ μόνους τοὺς αἰτίους — ὀλίγοι δὲ ἦσαν —, κινῆσαι δὲ μηδὲν τῶν ἐξ ἔθους, ἀλλὰ καὶ παρακαταθήκην ἔχειν τούς τε ἄνδρας ὡς εἰρηνικοὺς τὰς φύσεις καὶ τὰ νόμιμα ὡς ἀλείφοντα πρὸς εὐστάθειαν. Ὁ δὲ Γάιος ἑαυτὸν ἐξετύφωσεν, οὐ λέγων μόνον ἀλλὰ καὶ οἰόμενος εἶναι θεός. εἶτα οὐδένας εὗρεν οὔτε Ἑλλήνων οὔτε βαρβάρων ἐπιτηδειοτέρους Ἀλεξανδρέων εἰς τὴν τῆς ἀμέτρου καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην ἐπιθυμίας βεβαίωσιν· δεινοὶ γάρ εἰσι τὰς κολακείας καὶ γοητείας καὶ ὑποκρίσεις, παρεσκευασμένοι μὲν θῶπας λόγους, ἀνειμένοις δὲ 1 διαιωνίους] δι’ αἰῶνος C (v) ἐνδελεχεῖς Α (Mang.) 3 τοῦ ante νῦν add. A (Mang.) καὶ — ἐπιτελεσθήσονται om. Α 4 κἀν] καὶ Η μηνιαίαις A διανομίαις G πατρίδος suspectum; σπυρίδος coni. Mendelssohn 8 τὸν ante βίον add. A καὶ μάλιστα om. Α ποριστὸν M ἐφίεται coni. Mang. 11 πάντες om. H 12 καθαιρέσεως Α τινὸς post νομίμων transp. 13 νόμων A 14 παρακιθέντων (sic) M 15 alt. ἔγνω om. C (Turn.) 17 ἔθος H1, corr. Η2 θέλοντες G 18 ἤδει] ἔδει Α 19 αὐτοκράτορος κινδυνεύσαντος transp. Α πανταχόσε C: πανταχόθεν ceteri 20 χειροτονημένοις ἐνέσκηψε A 21 ὡς — ἐπεξελεύσεως A (Mang.): om. ceteri (Turn.) εἰς Α: ἐπὶ Mang. 22 δ’ A 23 τ᾿ A 25 ἐξετύφλωσεν OA 26 pr. οὔτε] οὔθ’ A alt. οὔτε] εἴτε H1, corr. H2 28 εἰσὶν CL (v) πρὸς vel περὶ ante τὰς deesse putat Mang. 29 παρασκευασμένοι M μὲν om. Ο στόμασι καὶ ἀχαλίνοις πάντα φύροντες. θεοῦ κλῆσις οὕτως ἐστὶ σεμνὸν παρ’ αὐτοῖς, ὥστε καὶ ἴβεσι καὶ ἰοβόλοις ἀσπίσι ταῖς ἐγχωρίοις καὶ πολλοῖς ἑτέροις τῶν ἐξηγριωμένων αὐτῆς θηρίων μεταδεδώκασιν· ὥστε εἰκότως ἀταμιεύτοις χρώμενοι ταῖς εἰς θεὸν τεινούσαις προσηγορίαις ἀπατῶσι μὲν τοὺς ὀλιγόφρονας καὶ ἀπείρους τῆς Αἰγυπτιακῆς ἀθεότητος, ἁλίσκονται δὲ ὑπὸ τῶν ἐπισταμένων τὴν πολλὴν αὐτῶν ἠλιθιότητα, μᾶλλον δὲ ἀσέβειαν. ἧς ἄπειρος ὢν Γάιος ὑπελάμβανε τῷ ὄντι νομίζεσθαι παρ’ Ἀλεξανδρεῦσι θεός, ἐπειδήπερ οὐ πλαγίως ἀλλ’ ἄντικρυς ἅπασιν ἐχρῶντο κατακόρως τοῖς ὀνόμασιν, ὅσα τοῖς ἄλλοις ἔθος ἐπιφημίζεσθαι θεοῖς. εἶτα καὶ τὴν περὶ τὰς προσευχὰς νεωτεροποιίαν ἀπὸ καθαροῦ τοῦ συνειδότος καὶ τῆς εἰς αὑτὸν ἀκραιφνοῦς τιμῆς ᾤετο γεγενῆσθαι, τῇ μὲν ταῖς ὑπομνηματικαῖς ἐφημερίσιν, ἃς ἀπὸ τῆς Ἀλεξανδρείας διεπέμποντό τινες, προσέχων — ἥδιστον γὰρ ἦν ἀνάγνωσμα τοῦτο αὐτῷ, ὡς καὶ τὰ τῶν ἄλλων συγγραφέων καὶ ποιητῶν ἀηδέστατα συγκρίσει τῆς ἐν τούτοις χάριτος νομίζεσθαι —, τῇ δὲ καὶ δι’ ἐνίους οἰκέτας τοὺς τωθάζοντας ἀεὶ καὶ χλευάζοντας σὺν αὐτῷ.