τὰ γὰρ μέρη πάντα τῆς οἰκουμένης αὐτῷ συνενόσησε, βαρυτέρᾳ νόσῳ χρησάμενα τῆς κατασχούσης Γάιον· ἐκείνη μὲν γὰρ σώματος ἦν αὐτὸ μόνον, ἡ δὲ τῶν πανταχοῦ πάντων, ψυχικῆς εὐσθενείας, εἰρήνης, ἐλπίδων, μετουσίας καὶ ἀπολαύσεως 4 ποιητὰς 5 διά τε C (Mang.): διὰ δέ GO, διὰ ceteri (Turn.) τό τ’ A 6 ἰὲ ante ὁμοῦ add. M πανδ ίμους (o eras.) C 7 ἄπαυστοι] ἀδίάστατοι coni. Mantr. ἐγίνοντο Α 8 δ’ Α νόσος (alt. ex ω) C 9 ὅτ’ MA εὐκολοτέραν L (v) 10 ὀψοφαγίαι CGOMA (prob. Mang.): ὀψοφαγία Η (v) 13 ὅσ᾿ Α τε post ψυχῆς add. Α 14 δεσμῶν] θεσμῶν coni. Mang. δ’ A ἐγκρατείας] σωφροσύνης A 1.5 ὑγίεια M δ’ Α 16 πλωΐμων M, προΐμων L 18 ἁπανταχόθεν MH (Tuni.) 19 ἐπανιοῦσιν L τοῦ] τό C ξένῃ Turn. ἐστίν H (v) 21 οἰκία καὶ om. MA ἡ ante πόλις add. A γεγένητο CGOMH: ἐγένετο Α (Mang.): ἐγεγένητο Turn. λύπῃ] φήμη Α τῆ 23 χρησάμενα] χρήματα Α 24 αὐτὸ Turn. (v): αὐτῶ codd. 25 ψυχικῆς codd. (Turn.): ψυχῆς Ven. 41 (Mang.) εὐσθενείας] εὐθηνίας Α (prob. Mang.) 14. 15 Flor. Laur. nr. 13 ἐγκρατείας τὰ ἐπίχειρα ὑγεία — νόσος. DB. fol. 217 Φίλωνος Mel. Barocc. fol. 134r τοῦ Φῶνος Maximi nonnulli codd. EcL cap. 27 Antou. Mel. I 38 Col. 908 (et 39 Col. 913) Φίλωνος: ἐγκρατείας μὲν ἴδιον ὑγίεια καὶ ἰσχύς — θανάτω (= Tischendorf, Philonea p. 155). ἀγαθῶν. ἀνεπόλουν γὰρ ὅσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται· λιμόν, πόλεμον, δενδροτομίας, δῃώσεις χωρίων, στερήσεις χρημάτων, ἀπαγωγάς, τοὺς περὶ δουλείας καὶ θανάτου φόβους ἀνηκέστους, ὧν ἰατρὸς ἦν οὐδείς, μίαν ἐχόντων θεραπείαν τὸ ῥωσθῆναι Γάιον. ὅτε γοῦν ἤρξατο λωφᾶν ἡ νόσος, ἐν βραχεῖ καὶ οἱ μέχρι περάτων συνῄσθοντο — φήμης γὰρ οὐδὲν ὠκύτερον —, καὶ μετέωρος πᾶσα πόλις ἦν ἀκοῆς ἀεὶ διψῶσα βελτίονος, ἕως διὰ τῶν ἐπιφοιτώντων παντελὴς ῥῶσις εὐηγγελίσθη, δι’ ἣν πάλιν ἐξ ὑπαρχῆς ἐπὶ τὰς αὐτὰς ἐτρέποντο θυμηδίας, ἰδίαν ἑαυτῶν νομίζουσαι σωτηρίαν πᾶσαι μὲν ἤπειροι πᾶσαι δὲ νῆσοι. μέμνηται γὰρ οὐδεὶς τοσαύτην μιᾶς χώρας ἢ ἑνὸς ἔθνους γενέσθαι χαρὰν ἐπὶ σωτηρίᾳ καὶ καταστάσει ἡγεμόνος, ὅσην ἐπὶ Γαΐῳ συμπάσης τῆς οἰκουμένης καὶ παραλαβόντι τὴν ἀρχὴν καὶ ῥωσθέντι ἐκ τῆς ἀσθενείας. ὥσπερ γὰρ ἐκ νομάδος βίου καὶ θηριώδους νῦν πρῶτον ἀρχόμενοι μεταβάλλειν πρὸς τὸ σύννομον καὶ ὁμοδίαιτον καὶ ἐξ ἐρημίας καὶ σηκῶν καὶ ὑπωρειῶν εἰσοικίζεσθαι πόλεσι τειχήρεσι καὶ ἐξ ἀνεπιτροπεύτου ζωῆς ὑπὸ ἐπιτρόπῳ τάττεσθαι νομεῖ τινι καὶ ἀγελάρχῃ τῆς ἡμερωτέρας ἀγέλης ἐγεγήθεσαν ἀγνοίᾳ τῆς ἀληθείας·