ἠπίστατο οὖν καὶ προσευχὰς ἔχοντας καὶ συνιόντας εἰς αὐτάς, καὶ μάλιστα ταῖς ἱεραῖς ἑβδόμαις, ὅτε δημοσίᾳ τὴν πάτριον παιδεύονται φιλοσοφίαν. ἠπίστατο καὶ χρήματα συνάγοντας ἀπὸ τῶν ἀπαρχῶν ἱερὰ καὶ πέμποντας εἰς Ἱεροσόλυμα διὰ τῶν τὰς θυσίας ἀναξόντων. ἀλλ’ ὅμως οὔτε ἐξῴκισε τῆς Ῥώμης ἐκείνους οὔτε τὴν Ῥωμαϊκὴν αὐτῶν ἀφείλετο πολιτείαν, ὅτι καὶ τῆς Ἰουδαϊκῆς ἐφρόντιζον, οὔτε ἐνεωτέρισεν εἰς τὰς προσευχὰς οὔτε ἐκώλυσε συνάγεσθαι πρὸς τὰς τῶν νόμων ὑφηγήσεις οὔτε ἠναντιώθη τοῖς ἀπαρχομένοις, ἀλλ’ οὕτως ὡσίωτο περὶ τὰ ἡμέτερα, ὥστε μόνον οὐ πανοίκιος ἀναθημάτων πολυτελείαις τὸ ἱερὸν ἡμῶν ἐκόσμησε, προστάξας 1 ἐνεωτέρισαν καὶ A (Mang.): om. ceteri (Turn.) καθέκαστον] καθέστατον C; καθ’ ἕκαστα coni. Matthaei τὸ add. Matthaei: om. codd. (v) 2 ἡ τινα] εἶτα τινὰ Α (Mang.) ; εἶτα τίνα Dahl σεβαστὸν M παρέλειπον 3 ἐστέρησαν suspectum; ὑστέρησαν coni. Mang. (Matthaei), τιμῆς ἐστέρησαν 4 ᾔδεισαν (ἤδησαν Ο) codd. (v) 7 τυφοπλαστῶν CA (Turn. in append., prob. Mang.): τυφλοπλαστῶν GOMH (v) ἀλλὰ COA: ἀλλὰ καὶ GMH (v) ἑπόμενος] ἐπαιρόμενος coni. Mang. 8 ἢ M 9 δεθῆναι corruptum: οἰδηθῆναι coni. Mang., θεωθῆναι aut θειωθῆναι Matthaei, διαρθῆναι Cohn, ἐπαρθῆναι Wendl. μηδέποτ’ Α, δὲ μήποτε Μ; μὴ δεσπότην μήτε v, μηδέποτε δεσπότην (deleto subsequenti θεὸν) coni. Mang. 10 ἐθελῆσαι θεὸν ἑαυτὸν transp. Α κἀν] καὶ λέγοι CA: λέγοιτό GOMH (v) 11 ἀποδέχεσθαι] προσίεσθαι Α 12 τιβέρεως C: τιβέριος ceteri 13 ἣν deleri vult Mang. interrogandi signo post ἀπεδέχετο posito κατερχομένην M 14 δ’ AL 19 συνάγοντας M: συναγαγόντας ceteri (v) 20 ἀναγόντων (coni. Mang.), ἀναξάντων H ὅμως] 6 μὲν Α (Richt. Tauchn.) ; ὁ μὴν Mang. οὔτ’ Α 22 ἐφρόντιζον C: ἐφρόντιζεν ceteri (v) οὔτ’ A οὔτ’ A 23 ἐκώλυσεν Ο, ἐκώλησε M οὔτ’ A 24 ἀπερχομένοις CG μονονοὺ Η2, μοῦ H1 25 ἡμῖν Η ἐκόσμησεν C καὶ διαιωνίους ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν ἰδίων προσόδων ἀπαρχὴν τῷ ὑψίστῳ θεῷ, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται καὶ εἰς ἅπαν ἐπιτελεσθήσονται, μήνυμα τρόπων ὄντως αὐτοκρατορικῶν. οὐ μὴν ἀλλὰ κἀν ταῖς μηνιαίοις τῆς πατρίδος διανομαῖς, ἀργύριον ἢ σῖτον ἐν μέρει παντὸς τοῦ δήμου λαμβάνοντος, οὐδέποτε τοὺς Ἰουδαίους ἠλάττωσε τῆς χάριτος, ἀλλ’ εἰ καὶ συνέβη τῆς ἱερᾶς ἑβδόμης ἐνεστώσης γενέσθαι τὴν διανομήν, ὅτε οὔτε λαμβάνειν οὔτε διδόναι ἢ συνόλως τι πράττειν τῶν κατὰ βίον καὶ μάλιστα τὸν ποριστὴν ἐφεῖται, προσετέτακτο τοῖς διανέμουσι ταμιεύειν τοῖς Ἰουδαίοις εἰς τὴν ὑστεραίαν τὴν κοινὴν φιλανθρωπίαν. Τοιγαροῦν οἱ πανταχοῦ πάντες, εἰ καὶ φύσει διέκειντο πρὸς Ἰουδαίους οὐκ εὐμενῶς, εὐλαβῶς εἶχον ἐπὶ καθαιρέσει τινὸς τῶν Ἰουδαϊκῶν νομίμων προσάψασθαι· καὶ ἐπὶ Τιβερίου μέντοι τὸν αὐτὸν τρόπον, καίτοι τῶν ἐν Ἰταλίᾳ παρακινηθέντων, ἡνίκα Σηιανὸς ἐσκευώρει τὴν ἐπίθεσιν. ἔγνω γάρ, εὐθέως ἔγνω μετὰ τὴν ἐκείνου τελευτήν, ὅτι τὰ κατηγορηθέντα τῶν ᾠκηκότων τὴν Ῥώμην Ἰουδαίων ψευδεῖς ἦσαν διαβολαί, πλάσματα Σηιανοῦ τὸ ἔθνος ἀναρπάσαι θέλοντος, ὅπερ ἢ μόνον ἢ μάλιστα ᾔδει βουλαῖς ἀνοσίοις καὶ πράξεσιν ἀντιβησόμενον ὑπὲρ τοῦ παρασπονδηθῆναι κινδυνεύσαντος αὐτοκράτορος.