οὐδὲν γὰρ τοιοῦτόν ἐστι τέμενος, οἷον τὸ λεγόμενον Σεβαστεῖον, ἐπιβατηρίου Καίσαρος νεώς, ὃς ἀντικρὺ τῶν εὐορμοτάτων λιμένων μετέωρος ἵδρυται μέγιστος καὶ ἐπιφανέστατος καὶ οἷος οὐχ ἑτέρωθι κατάπλεως ἀναθημάτων, [ἐν] γραφαῖς καὶ ἀνδριάσι καὶ ἀργύρῳ καὶ χρυσῷ περιβεβλημένος ἐν κύκλῳ, τέμενος εὐρύτατον στοαῖς, βιβλιοθήκαις, ἀνδρῶσιν, ἄλσεσι, προπυλαίοις, εὐρυχωρίαις, ὑπαίθροις, ἅπασι τοῖς εἰς πολυτελέστατον κόσμον ἠσκημένον, ἐλπὶς καὶ ἀναγομένοις καὶ καταπλέουσι σωτήριος. ἔχοντες οὖν τοιαύτας ἀφορμὰς καὶ τοὺς πανταχοῦ πάντας 1 καὶ θηριώδη ἔθνη transp, H μέν om. Α 6 τεσσαράκοντα] μ C οὓς] ἅς M; οἷς coni. Dahl 9 ψηφίσασθαι 10 σεβαστοῦ Η: σεβαστείου Α, σεβαστίου ceteri (v) ἀρχή τις CGOM: ἀρχέτης Α, ἀρχὴ Η 11 alt. καὶ Α (Mang.): om. ceteri (Turn.) 12 κοινὸν] οἰκεῖον οἰακονομῶν Α θαυμασίῳ C: θαυμασίως ceteri: τῷ θαυμασίῳ coni. Cohn 13 λέγεται 15 οἰκουμενικὴ Μ ἐψηφίσαντο codd.: ἐψηφίσατο v μαρτυροῦσι Α (Mang.): om. ceteri (Turn.) 16 ναοὺς Turn., καὶ ναοὶ Mang. ναοὶ in append,) στοὰς Turn. ὡς CGOH2L (Turn.): om. H1, καὶ M, ὥστε καὶ Α; ὥστε Mang. ὅσα Turn. pr. ἡ om. Α 16. 17 ἢ νέαι ἢ παλαιαὶ Α (Mang.) 17 ἔργα φέρουσι μεγαλοπρεπῆ Α (Mang.): om ceteri (Turn.) κατσαρείων OA (Mang.): καισαρίων ceteri (Turn,) ἡμέραν C οὐδέ Η (Turn.) 19 ἐστὶν C σεβάστειον AH: σεβάστιον ceteri (v) 20 ὃς add. Dahl: om, codd. (v) ἀντικρὺ Α: ἄντικρυς ceteri 22 ἐν seclusi ἀναγραφαῖς (pro ἐν γραφαῖς) coni, Mang., ἐγγραφαῖς Dahl pr. καὶ Η1, ἐν Η2L 23 ἀνδριᾶσιν Α 25 ἠσκημένοις Α (mavult Mang.) 3 — 5 DK fol. 113r ἐκ τῆς αὐτῆς: 6 τῆς εἰρήνης φύλαξ — ἢ κακὸν ἐν — βίῳ 13 Hom. II. B 204. ὁμογνώμονας οὔτε περὶ τὰς προσευχὰς ἐνεωτέρισαν καὶ καθ’ ἕκαστον τὸ νόμιμον ἐφύλαξαν· ἤ τινα σεβασμὸν παρέλιπον τῶν ὀφειλομένων Καίσαρι; καὶ τίς ἂν εὖ φρονῶν εἴποι; διὰ τί οὖν ἐστέρησαν; ἐγὼ φράσω μηδὲν ὑποστειλάμενος. ᾔδεσαν αὐτοῦ τὴν ἐπιμέλειαν καὶ ὅτι τοσαύτην ποιεῖται τῆς βεβαιώσεως τῶν παρ’ ἑκάστοις πατρίων, ὅσην καὶ τῶν Ῥωμαϊκῶν, καὶ ὅτι δέχεται τὰς τιμὰς οὐκ ἐπὶ καθαιρέσει τῶν παρ’ ἐνίοις νομίμων τυφοπλαστῶν ἑαυτόν, ἀλλὰ τῷ μεγέθει τῆς τοσαύτης ἡγεμονίας ἑπόμενος, ἣ διὰ τῶν τοιούτων πέφυκε σεμνοποιεῖσθαι. τοῦ δὲ μὴ ταῖς ὑπερόγκοις τιμαῖς δεθῆναι καὶ φυσηθῆναί ποτε πίστις ἐναργεστάτη τὸ μηδέποτε θεὸν ἑαυτὸν ἐθελῆσαι προσειπεῖν, ἀλλὰ κἂν εἰ λέγοι τις δυσχεραίνειν, καὶ τὸ τοὺς Ἰουδαίους ἀποδέχεσθαι, οὓς ἀκριβῶς ᾔδει πάντα ἀφοσιουμένους τὰ τοιαῦτα. πῶς οὖν ἀπεδέχετο τὴν πέραν τοῦ Τιβέρεως ποταμοῦ μεγάλην τῆς Ῥώμης ἀποτομήν, ἣν οὐκ ἠγνόει κατεχομένην καὶ οἰκουμένην πρὸς Ἰουδαίων; Ῥωμαῖοι δὲ ἦσαν οἱ πλείους ἀπελευθερωθέντες· αἰχμάλωτοι γὰρ ἀχθέντες εἰς Ἰταλίαν ὑπὸ τῶν κτησαμένων ἠλευθερώθησαν, οὐδὲν τῶν πατρίων παραχαράξαι βιασθέντες.