εἶτα, ὦ πάντων ἀνθρώπων, ἵνα μηδὲν ἀναγκασθῶ βλάσφημον εἰπεῖν, εὐηθέστατοι, διὰ τί τὸν πρὸ Γαΐου Τιβέριον, ὃς κἀκείνῳ τῆς ἡγεμονίας αἴτιος γέγονε, τρία πρὸς τοῖς εἴκοσιν ἔτη γῆς καὶ θαλάσσης ἀναψάμενον τὸ κράτος καὶ μηδὲ σπέρμα πολέμου μήτε κατὰ τὴν Ἑλλάδα μήτε κατὰ τὴν βάρβαρον ὑποτυφόμενον ἐάσαντα, τὴν δὲ εἰρήνην καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ παρασχόμενον ἄχρι τῆς τοῦ βίου τελευτῆς ἀφθόνῳ καὶ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, τῆς ὁμοίας τιμῆς οὐκ ἠξιώσατε; τὸ γένος ἦν ἐλάττων; ἀλλ’ εὐγενέστατος κατ’ ἀμφοτέρους τοὺς γονεῖς. ἀλλὰ τὴν παιδείαν; καὶ τίς ἦν φρονιμώτερος ἢ λογιώτερος ἐκείνου τῶν κατ’ αὐτὸν ἀκμασάντων; ἀλλὰ τὴν ἡλικίαν; καὶ ποῖος μᾶλλον 1 τοιούτους Α 2 μήνυσις τῷ] μῆνις αὐτῶ Α πάντων H καθ’ αὑτόν Α (coni. Mang.): κατ’ αὐτόν ceteri (v) 3 οἱ δέ] οὐδέ Turn. (sic primitus C) 4 ἀπολαύσεις H (Turn.) 5 προσαναθῆναι Η εἰς] πρός Α 7 ἐστιν Α ὧν δέκα coni. Cohn 8 τριακοσίοις] τݲ C οἲ ante ἀνάθεσιν add. v; οἷς Mang. (Dahl) 11 γε] τε GO, corr. in γε C 12 κροκωδείλους C πλείονα CG: πλείω ceteri 14 καὶ τεμένη om. Α φήσουσιν L 15 ἄν om. CGO ἀρχόντων] ἐχόντων G 16 εἰώθασιν L 17 εἰσίν CL 19 τοῦ ante Γαίου add Α (v) 20 γέγονεν L εἴκοσι M (v), κݲ CL 21 θαλάσσης θαλάττης ceteri (v) μὴ δὲ CGO: μηδὲν ceteri (v) σπέρματα M; ζώπυρον vel ἐμπύρευμα coni. Mang. 23 ἄχρι] πρό Α τοῦ om. Η 24 πλουσία codd.: πλουσίῳ v 25 ἣν] οὖν M 26 λογιώτερος Α (Mang.): λογικώτερος (κ exp. G) ceteri 15. 16 DK fol. 191r (post locum ad p. 161,26 adlatum) ἐκ τῆς αὐτῆς: τὰς τῶν — θεραπεύειν οἱ πλεῖστοι. eadem DV p. 564 (cf. Harris p. 79 sq., qui haec sub Clementis nomine in DP ferri testatur). ἢ βασιλέων ἢ αὐτοκρατόρων εὐγήρως; οὐ μὴν ἀλλὰ καὶ ἔτι νέος ὢν ὁ πρεσβύτης ἐλέγετο δι’ αἰδῶ τὴν περὶ τὴν ἀγχίνοιαν. οὗτος οὖν ὁ τοιοῦτος καὶ τοσοῦτος ὑμῖν παρώφθη καὶ παρεσύρη. τί δέ; ὁ τὴν ἀνθρωπίνην φύσιν ὑπερβαλὼν ἐν ἁπάσαις ταῖς ἀρεταῖς, ὁ διὰ μέγεθος ἡγεμονίας αὐτοκρατοῦς ὁμοῦ καὶ καλοκαγαθίας πρῶτος ὀνομασθεὶς Σεβαστός, οὐ διαδοχῇ γένους ὥσπερ τι κλήρου μέρος τὴν ἐπωνυμίαν λαβών, ἀλλ’ αὐτὸς γενόμενος ἀρχὴ σεβασμοῦ καὶ τοῖς ἔπειτα; ὁ τοῖς μὲν πράγμασι τεταραγμένοις καὶ συγκεχυμένοις ἐπιστάς, ὅτε εὐθὺς παρῆλθεν ἐπὶ τὴν τῶν κοινῶν ἐπιμέλειαν; νῆσοι γὰρ πρὸς ἠπείρους καὶ ἤπειροι πρὸς νήσους περὶ πρωτείων ἀντεφιλονείκουν ἡγεμόνας ἔχουσαι καὶ προαγωνιστὰς Ῥωμαίων τοὺς ἐν τέλει δοκιμωτάτους· καὶ αὖθις τὰ μεγάλα τμήματα τῆς οἰκουμένης, Ἀσία πρὸς Εὐρώπην καὶ Εὐρώπη πρὸς Ἀσίαν, ἡμιλλῶντο περὶ κράτους ἀρχῆς, τῶν Εὐρωπαίων καὶ Ἀσιανῶν ἐθνῶν ἀπὸ ἐσχάτων γῆς ἀναστάντων καὶ βαρεῖς πολέμους ἀντεπιφερόντων διὰ πάσης γῆς καὶ θαλάττης πεζομαχίαις καὶ ναυμαχίαις , ὡς μικροῦ σύμπαν τὸ ἀνθρώπων γένος ἀναλωθὲν ταῖς ἀλληλοκτονίαις εἰς τὸ παντελὲς ἀφανισθῆναι, εἰ μὴ δι’ ἕνα ἄνδρα καὶ ἡγεμόνα, τὸν Σεβαστόν [οἶκον], ὃν ἄξιον καλεῖν ἀλεξίκακον. οὗτός ἐστιν ὁ Καῖσαρ, ὁ τοὺς καταρράξαντας πανταχόθι χειμῶνας εὐδιάσας, ὁ τὰς κοινὰς νόσους Ἑλλήνων καὶ βαρβάρων ἰασάμενος, αἳ κατέβησαν μὲν ἀπὸ τῶν μεσημβρινῶν καὶ ἑῴων, ἔδραμον δὲ καὶ μέχρι δύσεως καὶ πρὸς ἄρκτον, τὰ μεθόρια χωρία καὶ πελάγη κατασπείρασαι τῶν ἀβουλήτων·