πολλοὺς δὲ ἔτι ζῶντας ἱμάσι καὶ βρόχοις περιβαλόντες καὶ ἐπισφίγξαντες τὰ σφυρὰ διὰ μέσης κατέσυρον ἀγορᾶς ἐναλλόμενοι καὶ μηδὲ νεκρῶν ἀπεχόμενοι τῶν σωμάτων· διαρτῶντες γὰρ αὐτὰ κατὰ μέλη καὶ μέρη καὶ πατοῦντες οἱ καὶ τῶν ἀτιθάσων θηρίων ὠμότεροι καὶ ἀγριώτεροι πᾶσαν ἰδέαν ἐξανήλισκον, ὡς μηδὲ λείψανον γοῦν ὃ δυνήσεται ταφῆς ἐπιλαχεῖν ὑπολιπέσθαι. 1. 2 προκατελείφθησαν Α, προκατελείφθησαν L (Mang.) 3 ἀπέλαυον OA: ἀπήλαυ(??)ον C, ἀπήλαυνον L, ἀπελαῦνον M, ἀπήλαυον GH (v) 4 κεράμοις coni. Mang. 5 καιριώτατα scripsi (cf. 132,13. 161,17): κυριώτατα CGOMH(v), κυριώτερα Α 6 δ’ Α 7 συνεληλασμένους Η1, corr. Η2, ἐληλασμένους Α 9 ὑπεξέλθῃ CGO: ὑπεξέλθοι ceteri (v) δ’ A 10 ἀλογήσαντες OMH: ἀλογήσοντες CG, ἀμελήσαντες Α 11 διελεύσεις Α: διαδύσεις ν εὐθὺς ante ἐπετήρουν add. Α 12 συληφθέντας M εὐθὺς CGO: εὐθέως γράφεται εὐθύς M in marg.) ceteri (v) οἰκίαις Η 12. 13 λόχος δὲ ἔτερος transp. O 13 λόχος Α 13. 14 κατεχομένων A 14 ἐνόμιζον G 17 σανίσιν μέση L A (Mang.): μέσω CGOMH (Turn.) 18 ὅτι G 19 τοὺς ἀθλίους Α (Mang., sed in append. praefert τοῖς ἀθλίοις) 20 τὸ] καὶ M 22 pr. δὲ] καὶ C κουφότητος H (Turn.) 23 ἱμάσι καὶ] ἱμάσιν ἢ A (Mang.) περιβάλλοντες CGOA ἐπισφίξαντες M 24 ἀγορᾶς om. H 25 διαρτῶντες codd. (Turn. in append.): διαρταμῶντες v γὰρ] δέ Α μέλη] τὰ μέλη G μέρη καὶ μέλη transp. Α 26 ἀτιθάσσων MA (v) 27 ὑπολείπεσθαι L Τοῦ δὲ ἐπιτρόπου τῆς χώρας, ὃς μόνος ἐδύνατο βουληθεὶς ὥρᾳ μιᾷ τὴν ὀχλοκρατίαν καθελεῖν, προσποιουμένου ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἐπακούειν, ἀλλ’ ἀνέδην ἐφιέντος πολεμοποιεῖν καὶ τὴν εἰρήνην συγχέοντος, ἔτι μᾶλλον ἐξοτρυνόμενοι πρὸς ἀναισχύντους καὶ θρασυτέρας ὥρμησαν ἐπιβουλὰς καὶ συνταξάμενοι στίφη πολυανθρωπότατα τὰς προσευχάς — πολλαὶ δέ εἰσι καθ’ ἕκαστον τμῆμα τῆς πόλεως — τὰς μὲν ἐδενδροτόμησαν τὰς δὲ αὐτοῖς θεμελίοις κατέσκαψαν, εἰς ἃς δὲ καὶ πῦρ ἐμβαλόντες ἐνέπρησαν, ὑπὸ λύττης καὶ μανίας ἔκφρονος ἀλογήσαντες καὶ τῶν πλησίον οἰκιῶν· πυρὸς γάρ, ὁπότε λάβοιτο ὕλης, οὐδὲν ὠκύτερον. καὶ σιωπῶ τὰς συγκαθαιρεθείσας καὶ συμπρησθείσας τῶν αὐτοκρατόρων τιμὰς ἀσπίδων καὶ στεφάνων ἐπιχρύσων καὶ στηλῶν καὶ ἐπιγραφῶν, δι’ ἃ καὶ τῶν ἄλλων ὤφειλον ἀνέχειν· ἀλλ’ ἐθάρρουν ἅτε τὴν ἐκ Γαΐου τίσιν οὐ δεδιότες, ὃν εὖ ἠπίσταντο μῖσος ἄλεκτον ἔχοντα πρὸς Ἰουδαίους, ὡς ὑπονοεῖν, ὅτι οὐδεὶς οὐδὲν αὐτῷ χαρίζοιτο μεῖζον ἢ πάσας κακῶν ἰδέας ἐπιφέρων τῷ ἔθνει. βουλόμενοι δὲ καινοτέραις κολακείαις ὑπελθόντες αὐτὸν ἀνυπευθύνοις χρῆσθαι κατὰ τὸ παντελὲς ταῖς εἰς ἡμᾶς ἐπηρείαις τί ποιοῦσι; προσευχὰς ὅσας μὴ ἐδυνήθησαν ἐμπρήσεσι καὶ κατασκαφαῖς ἀφανίσαι διὰ τὸ πολλοὺς καὶ ἀθρόους πλησίον οἰκεῖν Ἰουδαίους ἕτερον τρόπον ἐλυμήναντο μετὰ τῆς τῶν νόμων καὶ ἐθῶν ἀνατροπῆς· εἰκόνας γὰρ ἐν ἁπάσαις μὲν ἱδρύοντο Γαΐου, ἐν δὲ τῇ μεγίστῃ καὶ περισημοτάτῃ καὶ ἀνδριάντα χαλκοῦν ἐποχούμενον τεθρίππῳ. καὶ τοσοῦτον ἦν τὸ τάχος καὶ τὸ σύντονον τῆς σπουδῆς, ὥστε οὐκ ἔχοντες ἐν ἑτοίμῳ καινὸν τέθριππον ἐκ τοῦ γυμνασίου παλαιότατον ἐκόμιζον ἰοῦ γέμον, ἠκρωτηριασμένον ὦτα καὶ οὐρὰς καὶ βάσεις καὶ ἕτερα οὐκ ὀλίγα, ὡς δέ φασί τινες καὶ ὑπὲρ γυναικὸς ἀνατεθὲν τῆς ἀρχαίας Κλεοπάτρας, ἥτις ἦν προμάμμη τῆς τελευταίας.