ὡς γὰρ ἐκδοθέντας εἰς ὁμολογουμένας καὶ τὰς ἀνωτάτω συμφορὰς ὑπὸ τοῦ αὐτοκράτορος ἢ πολέμῳ κατακρατηθέντας ἐκμανέσι καὶ θηριωδεστάταις ὀργαῖς κατειργάζοντο, ταῖς οἰκίαις ἐπιτρέχοντες, τοὺς δεσπότας αὐταῖς 1 ἐπὶ] ὑπὸ Η 3 κενούμενον Α 4 δέ ante γενητὴν add. Α γεννητὴν Turn. καὶ φθαρτὴν φύσιν CGO: φύσιν καὶ φθαρτὴν transp. ceteri 5 ἔκρινεν (scil. τό Ἰουδαίων ἔθνος)] κρίνω coni. Mang., ἔοικεν Ernesti χαλεπώτατον CGO: χαλεπώτερον ceteri 6 ἂν om. MH 7 καὶ ante δίχα add. M ἀναδείξασθαι coni. Mang. 8 αὑτοῦ v: αὐτοῦ codd. 10 ἐκδίδωσιν CL: ἐκδίδωσι ceteri (v) 12 δούλου H 13 προτέρων C: πρότερον ceteri 14 πᾶσαν γαίου transp. A 16 τὰς Α 18 ἐγγραφόμεθα Α; ἐνεγραφόμεθα coni. Mang. τοῦ ἄρχοντος Α (Mang): τὸν ἄρχοντα ceteri (Turn.) τρέποντες CGO (Turn.) ; τραπέντος coni. Wendl. 19 6 om. Α συμπεφορημένος Α 20 ἐπιτηδει (??) τατον C, ἐπιτηδειότητος H (Turn.) ἐντυφόμενον vel ὑποτυφόμενον coni. Mang. 21 ἀνεφάνη coni. Matthaei ταράττων Α; συνταράττον coni. Matthaei 23 κατακρατηθέντας scripsi: κατακριθέντας C, κρατηθέντας ceteri (v) ἐκμανέσιν L θηριώδεσιν H 24 ὀργαῖς CGOMH (Turn.): ὁρμαῖς Α (Mang.) κατειργάζοντο] κατηναγκάζοντο H ἐπιτρέχοντας Η1, corr. H2 12 DR fol. 160r τοῦ αὐτοῦ. τί ἄν εἴη δούλῳ βαρύτερον κακὸν ὃ δεσπότης ἐχθρός; γυναιξὶ καὶ τέκνοις ἐλαύνοντες, ὡς κενὰς οἰκητόρων ἀποφῆναι. ἔπιπλα καὶ κειμήλια οὐκέτι ὡς λῃσταὶ νύκτα καὶ σκότος ἐπιτηροῦντες διὰ φόβον ἁλώσεως ἔκλεπτον, ἀλλὰ φανερῶς μεθ’ ἡμέραν ἐξεφόρουν ἐπιδεικνύμενοι τοῖς ἀπαντῶσιν, ὥσπερ οἱ κεκληρονομηκότες ἢ πριάμενοι παρὰ τῶν κυρίων. εἰ δὲ καὶ πλείους συνέθεντο κοινοπραγῆσαι τῶν ἁρπαγῶν, τὴν λείαν ἐν ἀγορᾷ μέσῃ διενέμοντο, πολλάκις ἐν ὄψεσι τῶν δεσποτῶν, κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες. δεινὰ μὲν οὖν καθ’ ἑαυτὰ καὶ ταῦτα· πῶς γὰρ οὔ; πένητας ἐκ πλουσίων καὶ ἀπόρους ἐξ εὐπόρων γεγενῆσθαι μηδὲν ἀδικοῦντας ἐξαίφνης καὶ ἀνοίκους καὶ ἀνεστίους, ἐξεωσμένους καὶ πεφυγαδευμένους τῶν ἰδίων οἰκιῶν, ἵνα μεθ’ ἡμέραν καὶ νύκτωρ ὕπαιθροι διατελοῦντες ἢ ταῖς ἀφ’ ἡλίου φλογώσεσιν ἢ νυκτεριναῖς περιψύξεσι διαφθαρῶσι. κουφότερα δὲ τῶν μελλόντων λέγεσθαι ταῦτα· συνελάσαντες γὰρ τοσαύτας μυριάδας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ τέκνων καθάπερ βοσκήματα καὶ θρέμματα ἐξ ἁπάσης τῆς πόλεως εἰς μοῖραν ἐλαχίστην οἷά τινα σηκόν, ᾠήθησαν ὀλίγαις ἡμέραις σωροὺς ἀθρόων νεκρῶν ἐφευρήσειν ἢ λιμῷ διαφθαρέντων διὰ σπάνιν τῶν ἀναγκαίων, οὐ προευτρεπισμένων τὰ ἐπιτήδεια κατὰ μαντείαν τῶν ἐξαπιναίων κακοπραγιῶν, ἢ δι’ ὠθισμὸν καὶ πνῖγος, μηδεμιᾶς εὐρυχωρίας προσφερομένης, ἀλλὰ καὶ τοῦ πέριξ ἀέρος κακωθέντος καὶ ὅσον ἦν ἐν αὐτῷ ζωτικὸν ταῖς ἀναπνοαῖς, εἰ δὲ δεῖ τὸ ἀληθὲς εἰπεῖν, τοῖς ἐκπνεόντων ἄσθμασιν ὑποβαλόντος, ὑφ’ ὧν φλεγόμενος καὶ τρόπον τινὰ καταβολῇ πυρετοῦ πιεσθεὶς θερμὸν καὶ ἄτοπον πνεῦμα διὰ μυκτήρων καὶ στόματος εἰσέπεμπε, τὸ λεγόμενον κατὰ τὴν παροιμίαν πῦρ ἐπιφέρων πυρί.