πάντα γε μὴν ἐλπίσειεν ἄν τις μᾶλλον ἢ τοιοῦτον σῶμα καὶ ψυχήν, ἄμφω μαλακὰ καὶ κατεαγότα, τῇ περὶ ἑκάτερον Ἄρεως ἀλκῇ δυνηθῆναί ποτε ἐξομοιωθῆναι· ὁ δὲ 1 πῶς GM μετεχάραᾶεν (sic) Η, μετεχάραττεν L 2 ὑγίειαν M ἐγγινομένας ὑφ’ ἑτέρων transp. Α συγγινομένας M 4 ὑγιαίνουσιν L 5 ζῶσιν L 6 χαλεπῶς AH (Mang.) 7 ἄν ante ἔφθασε add. Α ἔφθασε μὴ transpouendum vid. Mang. ἡ ante χρήσασθαι add. Α 8 χρήσασθαι seclusit Cohn κὰν] πᾶν Mang. γὰρ τοὺς transp. A 10 τοὺς ἐν ante τῇ add. M (Mang.) τεθησαύριστο Α (mavult Mang.) 11 ὥστ’ A οἰκομένης M 12 αὐτῶν om. H συνενεγχθείη M καταδεέστερον Η vel καταδεέστερον vel εὑρεθείη coni. Mang. 13 ἱεροῦ Α 14 ἀπορρίπτων coni. Mang. δημοβόρος] δημάδης H1, δημώδης H2, δημόδης L: δημοκόπος Turn. (in append.) 17 ἐπισκιασθεὶς] ἐπικλασθεὶς A αὐτῶν scripsi: τῶν codd. (om. v) 18 ἐπεμπίπτει GO 20 ὀφθαλμοὶ A 21 ᾶρ᾿ ἀνατιθέναι A 22 προυμηνύοντο Α τοῖς] τῆς M 22. 23 πανταχοῦ CGO: ἀπανταχοῦ ceteri; πανταχοῦ δοκιμωτάτοις coni. Cohn coll. § 144 23 τῷ] τὸ corr. in τῶ O 24 εἰς ante οἰκεῖον add. A οἰκεῖον] ὅμοιον coni. Mang. 26 γε om. M ἐλπίσει L 27 μᾶλλον supplevit Turn. (v): om. codd. 28 ἄρεος GMH ὥσπερ ἐπὶ σκηνῆς ἐναλλάττων πολυειδῆ προσωπεῖα φαντασίαις ψευδέσιν ἠπάτα τοὺς ὁρῶντας. φέρε δ’ οὖν, μηδὲν τῶν περὶ σῶμα καὶ ψυχὴν ἐξεταζέσθω διὰ τὴν ἐν πάσαις σχέσεσι καὶ κινήσεσιν ἀλλοτριότητα πρὸς τὸν εἰρημένον δαίμονα· τὴν Ἄρεως οὖν, οὐχὶ τοῦ μεμυθευμένου, τοῦ δὲ ἐν τῇ φύσει λόγου, ὃν ἀνδρεία κεκλήρωται, δύναμιν οὐκ ἴσμεν ἀλεξίκακον οὖσαν καὶ βοηθὸν καὶ παραστάτιν ἀδικουμένων, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα; παρὰ γὰρ τὸ ἀρήγειν, ὅπερ βοηθεῖν ἐστι, κατὰ γλῶτταν Ἄρης ὠνομάσθαι μοι δοκεῖ, καθαιρετικὸς πολέμων, δημιουργὸς εἰρήνης, ἧς ἐχθρὸς μὲν ἦν ἕτερος, ἑταῖρος δὲ πολέμων, τὴν εὐστάθειαν εἰς ταραχὰς καὶ στάσεις μεθαρμοζόμενος. Ἆρά γε ἤδη μεμαθήκαμεν ἐκ τούτων, ὅτι οὐδενὶ θεῶν ἀλλ’ οὐδὲ ἡμιθέων ἐξομοιοῦσθαι δεῖ Γάιον, μήτε φύσεως μήτε οὐσίας ἀλλὰ μηδὲ προαιρέσεως τετυχηκότα τῆς αὐτῆς; τυφλὸν δέ, ὡς ἔοικεν, ἡ ἐπιθυμία, καὶ μάλισθ’ ὅταν προσλάβῃ κενοδοξίαν ὁμοῦ καὶ φιλονεικίαν μετὰ τῆς μεγίστης ἐξουσίας, ὑφ’ ἧς ἡμεῖς οἱ πρότερον εὐτυχεῖς ἐπορθούμεθα. μόνους γὰρ Ἰουδαίους ὑπεβλέπετο, ὡς δὴ μόνους τἀναντία προῃρημένους καὶ δεδιδαγμένους ἐξ αὐτῶν τρόπον τινὰ σπαργάνων ὑπὸ γονέων καὶ παιδαγωγῶν καὶ ὑφηγητῶν καὶ πολὺ πρότερον τῶν ἱερῶν νόμων καὶ ἔτι τῶν ἀγράφων ἐθῶν ἕνα νομίζειν τὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου θεόν.