ὡς γὰρ ἐπ’ οὐδενὶ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἅπαντες ἠγάσθησαν, κτῆσιν καὶ χρῆσιν ἰδίων τε καὶ κοινῶν ἀγαθῶν οὐκ ἐλπίζοντες ἕξειν, ἀλλ’ ἔχειν ἤδη νομίζοντες πλήρωμά τινος εὐτυχίας, ἐφεδρευούσης εὐδαιμονίας. οὐδὲν γοῦν ἦν ἰδεῖν ἕτερον κατὰ πόλεις ἢ βωμούς, ἱερεῖα, θυσίας, λευχειμονοῦντας, ἐστεφανωμένους, φαιδρούς, εὐμένειαν ἐξ ἱλαρᾶς τῆς ὄψεως προφαίνοντας, ἑορτάς, πανηγύρεις, μουσικοὺς ἀγῶνας, ἱπποδρομίας, κώμους, παννυχίδας μετ’ αὐλῶν καὶ κιθάρας, τέρψεις, ἀνέσεις, 1 τοῦ ante Τιβερίου add. Α (Mang.), om. ceteri (Turn.) 2 θαλάσσης CGO: θαλάττης ceteri (v) 3 καὶ om. M ἡρμοσμένον Turn. 5 δ’ CGA: δὲ ceteri (v) στρατιωκοῦ C 6 τὸ στρατευόμενον συμφρονήσαντος CGOMAH (coni. Mang.): συμφωνήσαντος L (v) 7 μετουσίαν καὶ] θαυμασίαν A τῆς] τῆς δέ Α, τῆς τε Mang. 8 ὑποφυοῦς M τἀγαθὰ CAL (Turn.): τὰ ἀγαθά ceteri (Mang.) 9 κεκληροωομηθέντα Η 11 προκόσμημα Mang.: προβόσκημα codd. (v) 12 ναυτικὰς ἱππικὰς transp. A προσώδους C 13 ἀενάω CG: ἀεννάῳ MH (v), ἀεννάων OA φορὰ τινι transp. Α χορηγούμενον GO, alt. ν in i corr. vid. C 14 ἄν τις om. M εἴποι post τις add. Η1, expunxit H2 16 παρθυηνὴν CG (πκρθυή νην H, mavult Mang.): παρθοκὴν M, παρθικὴν OA; Παρθυὴν v 17 σκηθῶν M ἐξηγρίωνται Α 19 pr. τ᾿ A ὠκενοῦ C ὕπερ (sic) ὠκεανὸν C 20 ἐγεγήθει] ἐγενήθη CGO τ᾿ A εὐρωπέα CGL CGL 21 ἐπ᾿] ὑπ᾿ Α γεναμένων G ἠγάσθησαν] ἠγαλλιάσθησαν coni. Mang. 22 ἐπελπίζοντες G 23 ἡδῆ om. M καὶ ἐφεδρευούσης coni. Mang. 2.5 ἐστεφανομενους G ἐκεχειρίας, παντοίας ἡδονὰς διὰ πάσης αἰσθήσεως. τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς ἐγένοντο. τῷ δὲ ὀγδόῳ κατασκήπτει βαρεῖα νόσος τῷ Γαΐῳ τὴν πρὸ μικροῦ δίαιταν, ὅτε ἔζη Τιβέριος, εὐκολωτέραν καὶ διὰ τοῦτο ὑγιεινοτέραν οὖσαν εἰς πολυτέλειαν μεθαρμοσαμένῳ. πολὺς γὰρ ἄκρατος καὶ ὀψοφαγίαι καὶ ἐπὶ πλήρεσι τοῖς ὄγκοις ἀπλήρωτοι ἐπιθυμίαι θερμολουσίαι τε ἄκαιροι καὶ ἔμετοι καὶ εὐθὺς πάλιν οἰνοφλυγίαι καὶ ἔφεδροι γαστριμαργίαι, λαγνεῖαι διὰ παίδων καὶ γυναικῶν, καὶ ὅσα ἄλλα καθαιρετικὰ ψυχῆς καὶ σώματος καὶ τῶν ἐν ἑκατέρῳ δεσμῶν συνεπέθετο. τὰ δὲ ἐπίχειρα ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς, ἀκρασίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶσα θανάτῳ. Διαγγελείσης οὖν τῆς ὅτι νοσεῖ φήμης, ἔτι πλοΐμων ὄντων — ἀρχὴ γὰρ ἦν μετοπώρου, τελευταῖος πλοῦς τοῖς θαλαττεύουσιν, ἀπὸ τῶν πανταχόθεν ἐμπορίων εἰς τοὺς οἰκείους λιμένας καὶ ὑποδρόμους ἐπανιοῦσι, καὶ μάλιστα οἷς πρόνοια τοῦ μὴ διαχειμάζειν ἐπὶ ξένης ἐστί — μεθέμενοι τὸν ἁβροδίαιτον βίον ἐσκυθρώπαζον, συννοίας τε καὶ κατηφείας πᾶσα οἰκία καὶ πόλις γεγένητο μεστή, ἰσορρόπῳ λύπῃ τῆς πρὸ μικροῦ χαρᾶς ἀμφικλινοῦς γενομένης.