ἀλλὰ καὶ τὴν ἰατρικὴν Ἀπόλλωνος 1 φθάνοντας CGOM: φθάνοντα AH (v) εὐαγγελίζασθαι M πάμφημα (sic) G μέλλοντας CGOM: μέλλοντα AH (v) 2 ἐπιτρέπει M κηρύκιον C 3 γάρ om. Α 3. 4 λαμβάνουσιν C 4 δ’ A 5 ἀτελευτήτους] ἀπείρους M 7 βονδρομεῖται C, εἰ corr. in ἡ M, βοηδρομῆσαι L 8 τί add. Η2 ἐπεσπευσμένης COML: ἐπεσπευασμένης G, ἐπεσπευμένης H (v), εὐπευσμένης (sic) Α μένων] διαμένων vel βρύων vel μὲν οὑν coni. Matthaei 9 ἀενάων CG: ἀεννάων ceteri (v) πάντα A 10 δεῖ κηρυκείου Ο: κηρύκειον ceteri (v) μηδὲ Η om. AH μήτ’ Α, om. Η 12 τε Α (Mang.): γε ceteri (Turn.) ἑλλέδα M ἀποθέσθαι 0, L (sed corr.) 14 ἀκτινωτὸν] ἀκτιακὸν CGO πῶς GOM 15 ἐκεῖνο A 16 καὶ σκότος add. Matthaei (cf. 178, 2): om. codd. (v) σκότους] νυκτὸς com. Mang. 17 περιαυγίας G, περιεργίας M 18 δ’ A φησιν A ἐσχατιὰς M; ἐσχατίας Mang., qui in append. ἐσχατιᾶς vel ἐσχατιῶν coni. 19 μεταθέτω] τὸ δὲ τόξον μετατεθέτω (sic) Α: μετατιθέτω coni. Mang. 19—21 τὰ ἐν — τῇ δεξιᾶ om. A 21 καὶ om. Α 23 θάττον] κάτω A (mavult Mang.) 24 προσοφθαλμιῶν MA (Mang.): πρὸ ὀφθαλμῶν C,. προσοφθαλμῶν H1, πρὸς ὀφθαλμῶν GOH2L; προφθαλμῶν Turn. 25 ἐπικατεσφάτοντο M, ἐπικατασφάττονται Α εὖ πως μετεχάραξεν. ὁ μὲν γὰρ σωτηρίων φαρμάκων εὑρετὴς ἐγένετο πρὸς ὑγείαν ἀνθρώπων, ἀξιῶν καὶ τὰς ὑφ’ ἑτέρων ἐγγινομένας νόσους αὐτὸς ἰᾶσθαι διὰ τὴν ἐκ φύσεως καὶ ἐπιτηδεύσεως ὑπερβάλλουσαν ἡμερότητα. ὁ δὲ ἔμπαλιν νόσους μὲν τοῖς ὑγιαίνουσι, πηρώσεις δὲ τοῖς ὁλοκλήροις, καὶ συνόλως θανάτους τοῖς ζῶσι χειροποιήτους πρὸ τοῦ μοιριδίου χαλεποὺς ἐπέφερε, πάντα τὰ φθοροποιὰ χορηγίαις ἀφθόνοις παρεσκευασμένος, οἷς, εἰ μὴ ἔφθασε προαναιρεθεὶς ὑπὸ τῆς δίκης [χρήσασθαι], κἂν τὸ ἐν ἑκάστῃ πόλει δοκιμώτατον ἤδη διέφθαρτο. πρὸς τοὺς γὰρ ἐν τέλει καὶ πλουσίους εὐτρεπεῖς ἦσαν αἱ παρασκευαί, καὶ μάλιστα τοὺς ἐν Ῥώμῃ καὶ τῇ ἄλλῃ Ἰταλίᾳ, παρ’ οἷς ἄργυρος καὶ χρυσὸς τεθησαύρισται τοσοῦτος, ὥστε, εἰ σύμπας ὁ ἐξ ἁπάσης τῆς ἄλλης οἰκουμένης ἀπὸ περάτων αὐτῶν συνενεχθείη, πολλῷ καταδεέστερος ἂν εὑρεθῆναι. διὰ τοῦτο ἀπὸ τῆς πατρίδος ὥσπερ ἀφ’ ἱερᾶς ἤρχετο τὰ σπέρματα τῆς εἰρήνης ἀπορρίπτειν, ὁ ὁ μισόπολις, ὁ ὁ δημοβόρος, ἡ λύμη, τὸ φθοροποιὸν κακόν. λέγεται μὴ μόνον ἰατρὸς ἀλλὰ καὶ μάντις ἀγαθὸς Ἀπόλλων εἶναι, χρησμοῖς προλέγων τὰ μέλλοντα πρὸς ὠφέλειαν ἀνθρώπων, ἵνα μή τις ἐπισκιασθεὶς αὐτῶν περὶ τὸ ἄδηλον ἀπροοράτως καθάπερ τυφλὸς τοῖς ἀβουλήτοις ὡς λυσιτελεστάτοις ἐπιτρέχων ἐπεμπίπτῃ, προμαθὼν δὲ τὸ μέλλον ὡς ἤδη παρὸν καὶ βλέπων αὐτὸ τῇ διανοίᾳ οὐχ ἧττον ἢ τὰ ἐν χερσὶν ὀφθαλμοῖς σώματος φυλάττηται, προνοούμενος τοῦ μηδὲν ἀνήκεστον παθεῖν. ἆρα ἄξιον τούτοις ἀντιθεῖναι τὰ παλίμφημα Γαΐου λόγια, δι’ ὧν πενίαι καὶ ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι προεμηνύοντο τοῖς πανταχοῦ τῶν ἐν τέλει καὶ δυνατῶν; τίς οὖν κοινωνία πρὸς Ἀπόλλωνα τῷ μηδὲν οἰκεῖον ἢ συγγενὲς ἐπιτετηδευκότι; πεπαύσθω καὶ ὁ ψευδώνυμος Παιὰν τὸν ἀληθῆ Παιᾶνα μιμούμενος· οὐ γὰρ ὥσπερ τὸ νόμισμα παράκομμα καὶ θεοῦ μορφὴ γίνεται.