<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="101"><p>Γάιος δὲ πρὸς τίνα χρείαν πέδιλα ἀνελάμβανεν; ἢ ἵνα τὰ δύσφημα καὶ
δυσώνυμα, δέον ἡσυχάζεσθαι, βοηδρομῆται τάχει συντόνῳ πάντῃ συνηχοῦντα;
καίτοι τί κινήσεως ἐπεσπευσμένης ἔδει; μένων γὰρ κακὰ ἐπὶ
κακοῖς ἀμύθητα ὥσπερ ἐξ ἀενάων πηγῶν εἰς ἅπαντα τὰ μέρη τῆς οἰκουμένης
 ὤμβρει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="102"><p>τί δὲ δεῖ κηρυκείου τῷ μηδὲν εἰρηναῖόν ποτε μήτε εἰπόντι <lb n="10"/>
μήτε δράσαντι, πᾶσαν δὲ οἰκίαν καὶ πόλιν ἐμφυλίων ἀναπλήσαντι πολέμων
κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον; ἀποθέσθω δὴ τὸν Ἑρμῆν, ἀφοσιωσάμενος τὴν ἀνοίκειον κλῆσιν, ὁ ψευδώνυμος. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="103"><p><milestone unit="altref" n="14"/> τί δὲ τῶν Ἀπολλωνιακῶν
ἐμφερές ἐστι παρ’ αὐτῷ; στέφανον ἀκτινωτὸν φορεῖ, εὖ πως ἀπομαξαμένου
τὰς ἡλιακὰς ἀκτῖνας τοῦ τεχνίτου. ἐκείνῳ δὲ ἥλιος ἢ φῶς συνόλως <lb n="15"/>
ἀσπαστόν ἐστιν, ἀλλ’ οὐχὶ νὺξ <add>καὶ σκότος</add> καὶ εἴ τι σκότους ἀφεγγέστερον εἰς
τὴν τῶν ἐκνόμων ἔργων διάθεσιν; ἐπειδὴ τὰ μὲν καλὰ περιαυγείας μεσημβρινῆς
δεῖται πρὸς ἐπίδειξεν, τὰ δὲ αἰσχρά φασιν ἐσχατιᾶς Ταρτάρου,
 εἰς ὃν ἄξιον συνωθεῖσθαι δεόντως ἐπικρυφθησόμενα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="104"><p>μεταθέτω καὶ τὰ
ἐν ἑκατέρᾳ χειρὶ καὶ μὴ κιβδηλευέτω τὴν τάξιν. τὰ μὲν βέλη καὶ τόξα <lb n="20"/>
τῇ δεξιᾷ προφερέτω· βάλλειν γὰρ καὶ τοξεύειν εὐσκόπως οἶδεν ἄνδρας,
γυναῖκας, συγγενείας ὅλας, εὐανδρούσας πόλεις, ἐπ’ ὀλέθρῳ παντελεῖ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg031.1st1K-grc1" subtype="section" n="105"><p>τὰς δὲ Χάριτας ἢ ῥιψάτω θᾶττον ἢ τῇ εὐωνύμῳ συσκιαζέτω· τὸ γὰρ
κάλλος ᾔσχυνεν αὐτῶν, προσοφθαλμιῶν καὶ προσκεχηνὼς ταῖς μεγάλαις
οὐσίαις εἰς ἁρπαγὰς ἀδίκους, αἷς ἐπικατεσφάττοντο οἱ δεσπόται τῆς <lb n="25"/>
 εὐτυχίας ἕνεκα κακοδαιμονοῦντες.</p></div></div></body></text></TEI>