Γάιος δὲ πρὸς τίνα χρείαν πέδιλα ἀνελάμβανεν; ἢ ἵνα τὰ δύσφημα καὶ δυσώνυμα, δέον ἡσυχάζεσθαι, βοηδρομῆται τάχει συντόνῳ πάντῃ συνηχοῦντα; καίτοι τί κινήσεως ἐπεσπευσμένης ἔδει; μένων γὰρ κακὰ ἐπὶ κακοῖς ἀμύθητα ὥσπερ ἐξ ἀενάων πηγῶν εἰς ἅπαντα τὰ μέρη τῆς οἰκουμένης ὤμβρει. τί δὲ δεῖ κηρυκείου τῷ μηδὲν εἰρηναῖόν ποτε μήτε εἰπόντι μήτε δράσαντι, πᾶσαν δὲ οἰκίαν καὶ πόλιν ἐμφυλίων ἀναπλήσαντι πολέμων κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον; ἀποθέσθω δὴ τὸν Ἑρμῆν, ἀφοσιωσάμενος τὴν ἀνοίκειον κλῆσιν, ὁ ψευδώνυμος. τί δὲ τῶν Ἀπολλωνιακῶν ἐμφερές ἐστι παρ’ αὐτῷ; στέφανον ἀκτινωτὸν φορεῖ, εὖ πως ἀπομαξαμένου τὰς ἡλιακὰς ἀκτῖνας τοῦ τεχνίτου. ἐκείνῳ δὲ ἥλιος ἢ φῶς συνόλως ἀσπαστόν ἐστιν, ἀλλ’ οὐχὶ νὺξ καὶ σκότος καὶ εἴ τι σκότους ἀφεγγέστερον εἰς τὴν τῶν ἐκνόμων ἔργων διάθεσιν; ἐπειδὴ τὰ μὲν καλὰ περιαυγείας μεσημβρινῆς δεῖται πρὸς ἐπίδειξεν, τὰ δὲ αἰσχρά φασιν ἐσχατιᾶς Ταρτάρου, εἰς ὃν ἄξιον συνωθεῖσθαι δεόντως ἐπικρυφθησόμενα. μεταθέτω καὶ τὰ ἐν ἑκατέρᾳ χειρὶ καὶ μὴ κιβδηλευέτω τὴν τάξιν. τὰ μὲν βέλη καὶ τόξα τῇ δεξιᾷ προφερέτω· βάλλειν γὰρ καὶ τοξεύειν εὐσκόπως οἶδεν ἄνδρας, γυναῖκας, συγγενείας ὅλας, εὐανδρούσας πόλεις, ἐπ’ ὀλέθρῳ παντελεῖ. τὰς δὲ Χάριτας ἢ ῥιψάτω θᾶττον ἢ τῇ εὐωνύμῳ συσκιαζέτω· τὸ γὰρ κάλλος ᾔσχυνεν αὐτῶν, προσοφθαλμιῶν καὶ προσκεχηνὼς ταῖς μεγάλαις οὐσίαις εἰς ἁρπαγὰς ἀδίκους, αἷς ἐπικατεσφάττοντο οἱ δεσπόται τῆς εὐτυχίας ἕνεκα κακοδαιμονοῦντες.