Ἄχρι τίνος ἡμεῖς οἱ γέροντες ἔτι παῖδές ἐσμεν, τὰ μὲν σώματα χρόνου μήκει πολιοί, τὰς δὲ ψυχὰς ὑπ’ ἀναισθησίας κομιδῇ νήπιοι, νομίζοντες τὸ μὲν ἀσταθμητότατον, τὴν τύχην, ἀκλινέστατον, τὸ δὲ παγιώτατον, τὴν φύσιν, ἀβεβαιότατον; ὑπαλλαττόμεθα γὰρ καθάπερ ἐν ταῖς πεττείαις τὰς πράξεις μετατιθέντες, οἰόμενοι τὰ μὲν τυχηρὰ μονιμώτερα εἶναι τῶν φύσει, τὰ δὲ κατὰ φύσιν ἀβεβαιότερα τῶν τυχηρῶν. αἴτιον δὲ τὸ τὰ παρόντα βραβεύειν ἀπροοράτως τῶν μελλόντων ἔχοντας, αἰσθήσει πεπλανημένῃ χρωμένους πρὸ διανοίας ἀπλανοῦς· ὀφθαλμοῖς μὲν γὰρ τὰ ἐν φανερῷ καὶ ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ φθάνει καὶ πρὸς τὰ ἀόρατα καὶ μέλλοντα, οὗ τὴν ὄψιν ὀξυωπεστέραν οὖσαν τῆς δι’ ὀμμάτων σώματος ἀμαυροῦμεν, οἱ μὲν ἀκράτῳ καὶ πλησμοναῖς ὑποσυγχέοντες, οἱ δὲ τῷ μεγίστῳ τῶν κακῶν, ἀμαθίᾳ. πλὴν ὁ παρὼν καιρὸς καὶ αἱ κατ’ αὐτὸν κριθεῖσαι πολλαὶ καὶ μεγάλαι ὑποθέσεις, 1 — 3 Φαωνος ἀρετῶν ᾶ πρῶτον 0) ὅ (ὅς G) ἐστι τῆς αὐτοῦ πρεσβείας (τῆς add. GO) πρὸς γάϊον CGO: Φίλωνος περὶ ἀρετῶν ὅ ἐστι τῆς αὐτοῦ πρεσβείας πρὸς γάιον Μ, περὶ ἀρετῶν καὶ πρεσβείας πρὸς γάιον Η (V), τοῦ αὐτοῦ Φίλωνος ἰουδαίου ἱστορία πάνυ χρήσιμος καὶ ὠφέλιμος περὶ τῶν κατὰ τὸν γάιον καὶ τῆς αἰτίας τῆς πρὸς ἅπαν τὸ ἰουδαίων ἔθνος ἀπεχθείας αὐτοῦ A, Γάιος ψεγόμενος Phot. Bibl. cod. 105 4 ἄχρι] μέχρι D Anton. Mel. 5 πολιοί] παλαιοί Anton. Mel. ὑπό Α 6. 7 τὸ δὲ παγιώτατον om. Α 7 δέ ante φύσιν add. Α 8 πετείαις M πράξεις] τάξεις coni. Mang. οἰόμεθα A 9 pr. τῶν] τῆ A τῶν φύσει om. L εἶναι post ἀβεβαιότερα add. Α (Mang.) 10 βραβεύειν] θεραπεύειν coni. Mang. (probat Ernesti) 11 ἀπλανοῦς (coni. Mang.): ἀφανῶς C, ἀφανοῦς ceteri (v) 12 χερσὶν L 13 οὗ] οὐ M 14 τῆς] τοῦ Α ὀμάτων M ἀχράτω (σ eras. vid.) C, ἀκράτοις Α 16 αὐτῶν M μέγισται ὑπερθέσεις Α 4. 5 DR fol. 131r Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας Anton. Mel. II 18 Col. 1057 Φλωνος: μέχρι τίνος — νήπιοι. 11 — 13 DR fol. 195v τοῦ αὐτοῦ Anton. Mel. II 87 Col. 1209 Φλωνος: ὀφθαλμοῖς μὲν τὰ ἐν φανερῷ καὶ τά ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ ἀκέραιος ἀόρατος coni. Mang.) φθάνει — μέλλοντα. κἂν εἰ ἄπιστοι γεγόνασί τινες τοῦ προνοεῖν τὸ θεῖον ἀνθρώπων, καὶ μάλιστα τοῦ ἱκετικοῦ γένους, ὃ τῷ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων καὶ πάντων αἰτίῳ προσκεκλήρωται, ἱκαναὶ [τοῦ] πεῖσαι αὐτούς. τοῦτο δὲ τὸ γένος Χαλδαϊστὶ μὲν Ἰσραὴλ καλεῖται, Ἑλληνιστὶ δὲ ἑρμηνευθέντος τοῦ ὀνόματος „ὁρῶν θεόν", ὅ μοι δοκεῖ πάντων χρημάτων ἰδίων τε καὶ κοινῶν εἶναι τιμιώτατον. εἰ γὰρ πρεσβυτέρων ἢ ὑφηγητῶν ἢ ἀρχόντων ἢ γονέων ὄψις κινεῖ τοὺς βλέποντας πρὸς αἰδῶ καὶ εὐκοσμίαν καὶ σώφρονος βίου ζῆλον, πόσον τι νομίζομεν ἀρετῆς ἕρμα καὶ καλοκαγαθίας ἀνευρήσειν ἐν ψυχαῖς, αἳ τὸ γενητὸν πᾶν ὑπερκύψασαι τὸ ἀγένητον καὶ θεῖον ὁρᾶν πεπαίδευνται, τὸ πρῶτον ἀγαθὸν καὶ καλὸν καὶ εὔδαιμον καὶ μακάριον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὸ κρεῖττον μὲν ἀγαθοῦ, κάλλιον δὲ καλοῦ, καὶ μακαριότητος μὲν μακαριώτερον, εὐδαιμονίας δὲ αὐτῆς εὐδαιμονέστερον, καὶ εἰ δή τι τῶν εἰρημένων τελειότερον.