ἀλλ’ ὁ μὲν Φλάκκος τά τε λεκτέα ἡσυχάζων καὶ τὰ ἡσυχαστέα λέγων οὕτως εἰς ἡμᾶς ἐξημάρτανεν. ἐκεῖνοι δ’, οἷς ἐχαρίζετο, τίνα γνώμην εἶχον; ἆρά γε τὴν τῶν τιμᾶν ἐθελόντων; εἶτα σπάνις ἦν ἱερῶν κατὰ τὴν πόλιν, ἧς τὰ πλεῖστα καὶ ἀναγκαιότατα μέρη τετεμένισται, πρὸς ἀνάθεσιν ὧν ἐβούλοντο; τὴν μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μετὰ τέχνης ἐπιβουλευόντων ὁρμὴν ἔφαμεν, δι’ ἣν οἱ μὲν ἐπηρεάζοντες οὐ δόξουσιν ἀδικεῖν, τοῖς δ’ ἐπηρεαζομένοις οὐκ ἀσφαλὲς ἐναντιοῦσθαι. οὐ γάρ ἐστιν, 1 οὐ πατρίδας coni. Mang. (probat Ernesti) 2 καὶ om. MA ἀποικίας Α 4 ἐπηρεάσωσι G 5 οἵδ’ G G ἡσυχάσειν G παρά] περὶ M 7 ἐθνῶν G 9 τὸν εὐεργέτην Α (mavult Mang.) 10 ἄν om. Α προβόλους G 11 καὶ om. Α εἶπον] εἴποιμ’ coni. Mang. ἂν om. Α 12 προτιθέντες Α οὐκ εἰδότες ὡς M: om. ceteri (v) τοῖς] τοὺς Α 13 πανταχόθεν ΑΗ (v) τῆς οἰκουμένης om. Α ἰουδαίους A 15 τρόπος] τόπος (sic) G ἐφιέντων Wendl.: ἀφιέντων MGH (v), ἀφεθέντων Α (mavult Mang.) ; ἀφιέντες coni. Cohn 17 ἀμειβὰς M οὐκ] ὅτε vel ὡς coni. Mang. ἐξόν seclusit Dahl ἰδίοις] ἰουδαίοις M 18 ὑποστελλόμενοι Α 19 πλημμελοῦμεν] πληροῦμεν M τὸ] τῶ Η 20. 21 φυλαξάμενος G 21 ἄρξωνται] αὔξωται coni. Mang. 25 μέρη om. Α 26 τὴν μὲν οὑν codd. : τιμὴν Turn. φιλαπεχθημένων M καὶ om. L (Turn.) 27 ὁρμὴν ἔφημεν (sic) Α (ante καὶ transp. Mang.): om. ceteri (Turn.) οὐ δόξουσιν] οἶδε δόξουσι μὴ Α: οὐ δόξουσι μὴ coni. Cohn ὦ γενναῖοι, τιμὴ καταλύειν νόμους, ἔθη πάτρια κινεῖν, ἐπηρεάζειν τοῖς συνοικοῦσι, διδάσκειν καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ὁμοφροσύνης ἀλογεῖν. Ἐπειδὴ τοίνυν ἡ κατὰ τῶν νόμων πεῖρα εὐοδεῖν ἔδοξεν αὐτῷ τὰς προσευχὰς ἁρπάσαντι καὶ μηδὲ τοὔνομα ὑπολιπομένῳ, πάλιν ἐφ’ ἕτερον ἐτρέπετο, τὴν τῆς ἡμετέρας πολιτείας ἀναίρεσιν, ἵν’ ἀποκοπέντων οἷς μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος ἐθῶν τε πατρίων καὶ μετουσίας πολιτικῶν δικαίων τὰς ἐσχάτας ὑπομένωμεν συμφορὰς οὐδενὸς ἐπειλημμένοι πείσματος εἰς ἀσφάλειαν. ὀλίγαις γὰρ ὕστερον ἡμέραις τίθησι πρόγραμμα, δι’ οὗ ξένους καὶ ἐπήλυδας ἡμᾶς ἀπεκάλει μηδὲ λόγου μεταδούς, ἀλλ’ ἀκρίτως καταδικάζων. οὗ τί ἂν εἴη τυραννίδος ἐπάγγελμα μεῖζον; αὐτὸς γενόμενος τὰ πάντα, κατήγορος, ἐχθρός, μάρτυς, δικαστής, κολαστής, εἶτα δυσὶ τοῖς προτέροις καὶ τρίτον προσέθηκεν ἐφεὶς ὡς ἐν ἁλώσει τοῖς ἐθέλουσι πορθεῖν Ἰουδαίους. οἱ δὲ λαβόντες ἄδειαν τί πράττουσι; πέντε μοῖραι τῆς πόλεώς εἰσιν, ἐπώνυμοι τῶν πρώτων στοιχείων τῆς ἐγγραμμάτου φωνῆς· τούτων δύο Ἰουδαϊκαὶ λέγονται διὰ τὸ πλείστους Ἰουδαίους ἐν ταύταις κατοικεῖν· οἰκοῦσι δὲ καὶ ἐν ταῖς ἄλλαις οὐκ ὀλίγοι σποράδες. τί οὖν ἐποίησαν; ἐκ τῶν τεσσάρων γραμμάτων ἐξῴκισαν τοὺς Ἰουδαίους καὶ συνήλασαν εἰς ἑνὸς μοῖραν βραχυτάτην.