<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="31"><p>ἔδει γὰρ ἥκειν εἰς ἐπικράτειαν
ἑτέρου δυνάμενον πλῷ χρησάμενον εἰς τὴν οἰκείαν ἀσφαλῶς παραπεμφθῆναι;
καὶ γὰρ εἰ Γάιος ἐπέτρεπε, μᾶλλον δ’ ἠνάγκαζεν, ἐχρῆν ἐκλιπαρήσαντα
παραιτήσασθαι τὴν ἐνθάδε ἄφιξιν, ἵνα μὴ παρευημερηθεὶς ὁ τῆς
 χώρας ἡγεμὼν ἀδοξῇ.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="32"><p>ταῦτα ἀκούων ἔτι μᾶλλον ἢ πρότερον ᾤδει καὶ <lb n="5"/>
ἐν μὲν τῷ φανερῷ τὸν ἑταῖρον καὶ φίλον καθυπεκρίνετο διὰ τὸν ἐκ τοῦ
πέμψαντος φόβον, ἰδίᾳ δὲ ἐζηλοτύπει καὶ ἐξελάλει τὸ μῖσος καὶ πλαγίως <milestone unit="altpage2" n="p. 522 M."/>
 αὐτὸν  ὕβριζεν, ἐπειδήπερ ἄντικρυς οὐκ ἐθάρρει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="33"><p>τῷ γὰρ ἀργοῦντι καὶ
σχολάζοντι τῆς πόλεως ὄχλῳ — πλῆθος δ’ ἐστὶν ἐπιτετηδευκὸς γλωσσαλγίαν
καὶ ἐνευκαιροῦν διαβολαῖς καὶ βλασφημίαις — ἐπιτρέπει κακηγορεῖν <lb n="10"/>
τὸν βασιλέα εἴτε ἀρξάμενος δι’ ἑαυτοῦ τῶν λοιδοριῶν εἴτε προτρεψάμενος
καὶ ἐναγαγὼν αὐτὸς διὰ τῶν ὑπηρετεῖν τὰ τοιαῦτα εἰωθότων.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="34"><p>οἱ δ’ ἀφορμῆς λαβόμενοι διημέρευον ἐν τῷ γυμνασίῳ χλευάζοντες τὸν
βασιλέα καὶ σκώμματα συνείροντες· πῇ δὲ καὶ ποιηταῖς μίμων καὶ γελοίων
διδασκάλοις χρώμενοι τὴν ἐν τοῖς αἰσχροῖς εὐφυΐαν ἐπεδείκνυντο, βραδεῖς <lb n="15"/>
μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δ’ ἐναντία μανθάνειν ὀξύτατοι καὶ
 προχειρότατοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="35"><p>διὰ τί γὰρ οὐκ ἠγανάκτησεν, οὐκ ἀπήγαγεν, οὐκ ἐπέπληξε
τῆς αὐθάδους βλασφημίας; εἰ δὲ μὴ βασιλεὺς ἦν, ἀλλά τις τῶν ἐκ τῆς
Καίσαρος οἰκίας, οὐκ ὤφειλε προνομίαν τινὰ καὶ τιμὴν ἔχειν; ἀλλὰ
ταῦτ’ εἰσὶ πίστεις ἐναργεῖς τοῦ συναίτιον γεγενῆσθαι τῶν βλασφημιῶν <lb n="20"/>
Φλάκκον· ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς εἰ
μὴ κεκώλυκε, δῆλος ἦν ἐφιεὶς καὶ ἐπιτρέπων αὐτός.  πρὸς ὅ τι δ’ ἂν
ὄχλος ἀσύντακτος ἀφορμὴν λάβῃ τῶν ἁμαρτημάτων, οὐχ ἵσταται, μέτεισι
δ’ ἀφ’ ἑτέρων εἰς ἕτερα προσεπεξεργαζόμενος ἀεί τι νεώτερον.</p><note xml:lang="mul" type="footnote"><lb/>2 οἰκίαν G
<lb/>4 τὴν om. Α ἐνθάδ’ Α ἄφιξιν] ἀφῖχθαι Α 
<lb/>5 ταῦτ’ Α μᾶλλον ἔτι transp. A
<lb/>6 καθυπεκρίνετο G: καθυπεκρίνατο MA, καθυποκρίνατο corr. in καθυπεκρίνετο Η
<lb/>7 δ’ A ἐζυλοτύπει Α ἐξεκάλει Α 10.
<lb/>11 κακογονεῖν corr. in κακηγορεῖν Η
<lb/>11 pr. εἴτε] εἴτ’ Α αὐτοῦ G καὶ ante προτρεψάμενος add. Α
<lb/>12 ἐναγῶν L: ἐνάγων Turn. τὰ τοιαῦτα MGA (Mang.): ταῦτα H (Turn.) εἰοθότων G
<lb/>13 ἀφορμαῖς H 
<lb/>14 σκώματα M πῇ] οἱ G alt. καὶ om. A
<lb/>15 εὐφορίαν Α
<lb/>16 τὰ κ. παιδευθῆναι DPDK, πρὸς τὸ καταθρῆσαι τὰ ἄριστα DK
<lb/>17 έο;γγαγὲν A; ἐπεῖχεν coni. Mang. 
<lb/>19 προνομίαν] παροινίαν Α καὶ] ἡ Α
<lb/>20 ταῦτ’ εἰσὶ MA: ταῦτα GH (v) πίστεις ἐναργεῖς M, corr. in πίστις ἐναργὴς Η: πίστις ἐναργὴς GA (v)
<lb/>23 λάβοι M ἵσταται] ἥκιστα A μέτεισιν Α
<lb/>24 δ’ om. Λ ἀφ’] ἀμφ’ M εἰς MAD: ἐφ’ GH (v) προσεπεξεργαζόμενος G: προσεξεργαζόμενος M, προσεπεργαζόμενος ΑΗ (v)</note><note xml:lang="mul" type="footnote">15—17 DK fol. 109r DM fol. 38v DP fol. 23r (Harris p. 10) DL fol. 163v Φίλωνος τῶν κατὰ Φλάκκον DR fol. 45r DV p. 379 Φίλωνος: αἰσχροὶ καὶ εἰκαῖοι οἱ ἐν τοῖς ματαίοις εὐφυίαν ἐπιδεικνύμενοι (vel ἐπιδεικνύντες vel ἀνεπιδεικνύνετες), βραδεῖς — ὀξύτατοι καὶ προχειρότατοι partim om.). 22—24 DK fol. 227v Φίλωνος ἐκ τῶν πρὸς πρὸς τι — ὁρμὴν — προσαπεργαζόμενος ἀεὶ τιμιώτερον.</note><pb n="v.6.p.127"/></div></div></body></text></TEI>