ἔδει γὰρ ἥκειν εἰς ἐπικράτειαν ἑτέρου δυνάμενον πλῷ χρησάμενον εἰς τὴν οἰκείαν ἀσφαλῶς παραπεμφθῆναι; καὶ γὰρ εἰ Γάιος ἐπέτρεπε, μᾶλλον δ’ ἠνάγκαζεν, ἐχρῆν ἐκλιπαρήσαντα παραιτήσασθαι τὴν ἐνθάδε ἄφιξιν, ἵνα μὴ παρευημερηθεὶς ὁ τῆς χώρας ἡγεμὼν ἀδοξῇ.“ ταῦτα ἀκούων ἔτι μᾶλλον ἢ πρότερον ᾤδει καὶ ἐν μὲν τῷ φανερῷ τὸν ἑταῖρον καὶ φίλον καθυπεκρίνετο διὰ τὸν ἐκ τοῦ πέμψαντος φόβον, ἰδίᾳ δὲ ἐζηλοτύπει καὶ ἐξελάλει τὸ μῖσος καὶ πλαγίως αὐτὸν ὕβριζεν, ἐπειδήπερ ἄντικρυς οὐκ ἐθάρρει. τῷ γὰρ ἀργοῦντι καὶ σχολάζοντι τῆς πόλεως ὄχλῳ — πλῆθος δ’ ἐστὶν ἐπιτετηδευκὸς γλωσσαλγίαν καὶ ἐνευκαιροῦν διαβολαῖς καὶ βλασφημίαις — ἐπιτρέπει κακηγορεῖν τὸν βασιλέα εἴτε ἀρξάμενος δι’ ἑαυτοῦ τῶν λοιδοριῶν εἴτε προτρεψάμενος καὶ ἐναγαγὼν αὐτὸς διὰ τῶν ὑπηρετεῖν τὰ τοιαῦτα εἰωθότων. οἱ δ’ ἀφορμῆς λαβόμενοι διημέρευον ἐν τῷ γυμνασίῳ χλευάζοντες τὸν βασιλέα καὶ σκώμματα συνείροντες· πῇ δὲ καὶ ποιηταῖς μίμων καὶ γελοίων διδασκάλοις χρώμενοι τὴν ἐν τοῖς αἰσχροῖς εὐφυΐαν ἐπεδείκνυντο, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δ’ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι. διὰ τί γὰρ οὐκ ἠγανάκτησεν, οὐκ ἀπήγαγεν, οὐκ ἐπέπληξε τῆς αὐθάδους βλασφημίας; εἰ δὲ μὴ βασιλεὺς ἦν, ἀλλά τις τῶν ἐκ τῆς Καίσαρος οἰκίας, οὐκ ὤφειλε προνομίαν τινὰ καὶ τιμὴν ἔχειν; ἀλλὰ ταῦτ’ εἰσὶ πίστεις ἐναργεῖς τοῦ συναίτιον γεγενῆσθαι τῶν βλασφημιῶν Φλάκκον· ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς εἰ μὴ κεκώλυκε, δῆλος ἦν ἐφιεὶς καὶ ἐπιτρέπων αὐτός. πρὸς ὅ τι δ’ ἂν ὄχλος ἀσύντακτος ἀφορμὴν λάβῃ τῶν ἁμαρτημάτων, οὐχ ἵσταται, μέτεισι δ’ ἀφ’ ἑτέρων εἰς ἕτερα προσεπεξεργαζόμενος ἀεί τι νεώτερον. 2 οἰκίαν G 4 τὴν om. Α ἐνθάδ’ Α ἄφιξιν] ἀφῖχθαι Α 5 ταῦτ’ Α μᾶλλον ἔτι transp. A 6 καθυπεκρίνετο G: καθυπεκρίνατο MA, καθυποκρίνατο corr. in καθυπεκρίνετο Η 7 δ’ A ἐζυλοτύπει Α ἐξεκάλει Α 10. 11 κακογονεῖν corr. in κακηγορεῖν Η 11 pr. εἴτε] εἴτ’ Α αὐτοῦ G καὶ ante προτρεψάμενος add. Α 12 ἐναγῶν L: ἐνάγων Turn. τὰ τοιαῦτα MGA (Mang.): ταῦτα H (Turn.) εἰοθότων G 13 ἀφορμαῖς H 14 σκώματα M πῇ] οἱ G alt. καὶ om. A 15 εὐφορίαν Α 16 τὰ κ. παιδευθῆναι DPDK, πρὸς τὸ καταθρῆσαι τὰ ἄριστα DK 17 έο;γγαγὲν A; ἐπεῖχεν coni. Mang. 19 προνομίαν] παροινίαν Α καὶ] ἡ Α 20 ταῦτ’ εἰσὶ MA: ταῦτα GH (v) πίστεις ἐναργεῖς M, corr. in πίστις ἐναργὴς Η: πίστις ἐναργὴς GA (v) 23 λάβοι M ἵσταται] ἥκιστα A μέτεισιν Α 24 δ’ om. Λ ἀφ’] ἀμφ’ M εἰς MAD: ἐφ’ GH (v) προσεπεξεργαζόμενος G: προσεξεργαζόμενος M, προσεπεργαζόμενος ΑΗ (v) 15—17 DK fol. 109r DM fol. 38v DP fol. 23r (Harris p. 10) DL fol. 163v Φίλωνος τῶν κατὰ Φλάκκον DR fol. 45r DV p. 379 Φίλωνος: αἰσχροὶ καὶ εἰκαῖοι οἱ ἐν τοῖς ματαίοις εὐφυίαν ἐπιδεικνύμενοι (vel ἐπιδεικνύντες vel ἀνεπιδεικνύνετες), βραδεῖς — ὀξύτατοι καὶ προχειρότατοι partim om.). 22—24 DK fol. 227v Φίλωνος ἐκ τῶν πρὸς πρὸς τι — ὁρμὴν — προσαπεργαζόμενος ἀεὶ τιμιώτερον.