<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="21"><p>συνταξάμενοι πάντες οὗτοι βούλευμα βουλεύουσι κατὰ τῶν Ἰουδαίων ἀργαλεώτατον
 καὶ τῷ Φλάκκῳ προσελθόντες ἰδίᾳ φασίν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="22"><p>"ἔρρει μέν σοι τὰ
ἀπὸ Τιβερίου Νέρωνος τοῦ παιδός, ἔρρει δὲ καὶ ἡ μετ’ ἐκεῖνον ἐλπίς,
ὁ ἑταῖρός σου Μάκρων, αἴσια δ’ οὐκ ἔστι σοι τὰ ἀπὸ τοῦ κρατοῦντος· <lb n="10"/>
δεῖ δὴ παράκλητον ἡμᾶς εὑρεῖν δυνατώτατον, ὑφ’ οὗ Γάιος ἐξευμενισθήσεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="23"><p>ὁ δὲ παράκλητος ἡ πόλις Ἀλεξανδρέων ἐστίν, ἣν τετίμηκε μὲν
ἐξ ἀρχῆς ἅπας ὁ Σεβαστὸς οἶκος, διαφερόντως δ’ ὁ νῦν ἡμῶν δεσπότης.
παρακλητεύσει δὲ τυχοῦσά τινος παρὰ σοῦ δωρεᾶς· μεῖζον δ’ ἀγαθὸν
 οὐδὲν αὐτῇ παρέξεις ἢ τοὺς Ἰουδαίους ἐκδοὺς καὶ προέμενος.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="24"><p>ἐπὶ <lb n="15"/>
τούτοις ὀφείλων ἀπώσασθαι καὶ δυσχερᾶναι τοὺς λέγοντας ὡς νεωτεροποιοὺς
καὶ κοινοὺς πολεμίους συνεπιγράφεται τοῖς λεχθεῖσι. καὶ τὸ μὲν
πρῶτον ἀδηλοτέρας ἐποιεῖτο τὰς ἐπιβουλὰς μήτ’ ἴσον παρέχων καὶ κοινὸν
ἀκροατὴν ἑαυτὸν τοῖς τὰς ἀμφισβητήσεις ἔχουσιν, ἀλλὰ πρὸς θάτερον
ἀποκλίνων μέρος, μήτ’ ἐν τοῖς ἄλλοις ἰσηγορίαν διδούς, ἀλλὰ καὶ ὁπότε <lb n="20"/>
προσίοι τις τῶν Ἰουδαίων, ἀποστρεφόμενος καὶ τὸ δυσέντευκτον ἐπιτηδεύων
ἐπὶ μόνων τούτων· αὖθις δὲ καὶ ἐκ τοῦ φανεροῦ τὴν δυσμένειαν ἐπεδείξατο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="25"><p><milestone unit="altref" n="5"/> Προσεπέρρωσε δ’ αὐτοῦ τὴν ἐκ μαθήσεως τὸ πλέον ἢ φύσεως
ἐπιτετηδευμένην ἀπόνοιαν καὶ συντυχία τις τοιαύτη. Γάιος Καῖσαρ
Ἀγρίππᾳ τῷ Ἡρῴδου βασιλέως υἱωνῷ δίδωσι βασιλείαν <milestone unit="altpage1" n="p. 521 M."/>  τῆς παππῴας
λήξεως τρίτην μοῖραν, ἣν Φίλιππος τετράρχης θεῖος ὢν αὐτῷ πρὸς <lb n="26"/>
 πατρὸς ἐκαρποῦτο.</p></div></div></body></text></TEI>