ὅθεν συναισθόμενος ἐφ’ ὃ σπεύδουσι — μαντικώτατον γὰρ ἡ ἑκάστου ψυχή, καὶ μάλιστα τῶν ἐν κακοπραγίαις — ἐκτραπόμενος τῆς ὁδοῦ διὰ τραχείας ἔθει φεύγων, ἐπιλελησμένος ἴσως, ὅτι νῆσος ἀλλ’ οὐκ ἤπειρός ἐστιν, ἐν ᾗ τί ὄφελος ὠκύτητος, περικλειούσης θαλάττης; ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ προσωτέρω χωροῦντα κατὰ τοῦ πελάγους ἐνεχθῆναι ἢ συλληφθῆναι πρὸς αὐτὸ τὸ πέρας ἥκοντα. βέλτιον ἄρ’ ἐν συγκρίσει κακῶν ἡ κατὰ γῆν τῆς ἐν πελάγει φθορά, ἐπειδήπερ ἀνθρώποις καὶ πᾶσι χερσαίοις οἰκειότατον ἡ φύσις χωρίον ἀπένειμε γῆν, οὐ μόνον ζῶσιν ἀλλὰ καὶ ἀποθανοῦσιν, ἵν’ ἡ αὐτὴ καὶ τὴν πρώτην ὑποδέχηται γένεσιν καὶ τὴν ἐκ τοῦ βίου τελευταίαν ἀνάλυσιν. οἱ δ’ ἀπνευστὶ διώκοντες καταλαμβάνουσι· καὶ οἱ μὲν εὐθὺς ὤρυττον βόθρον, οἱ δὲ πρὸς βίαν εἷλκον ἀφηνιάζοντα καὶ κεκραγότα καὶ διαπαλαίοντα· ὧν χάριν καὶ σύμπαν κατετρώθη τὸ σῶμα καθάπερ τὰ θηρία ταῖς πληγαῖς ἐπιτρέχων. ἐμπλεκόμενος γὰρ καὶ τῶν κτεινόντων ἐλλαμβανόμενος, νῦν μὲν ἐπιφέρειν τὰ ξίφη κωλυομένων, ἐγκαρσίους δὲ πληγὰς καταφερόντων, αἴτιος ἐγένετο βαρυτέρων ἑαυτῷ συμφορῶν· διατμηθεὶς δὲ καὶ διακοπεὶς χεῖρας, βάσεις, 1 ἔννοιαν] μνήμην coni. Mang. ἦλθεν L ὧν post φυγάδων add. G ὑποπτευομένων A (Mang.): ὑποστελλόντων MGH (Turn.) 2 ἡσϊχάζοντα. M καὶ post ὄντως add. L 3 μετετέθει H1, corr. Η2 ἀποδημίαν] ἀποδημίας Turn. 5 εὐσταθίᾳ H 6 εἶναι] ἐφεῖναι coni. Mang. εἰρήνην Η (Turn.) καὶ βίον coni. Mang. 7 i om. G (A) 6 λόγος] ὄχλος Α 8 Ἄνδρον] ἄνδρας Turn. H. 10 παραγινόμενος MG: παραγενόμενος AH (v) 10 δ’ ἐκ Turn. (v): δὲ codd. ἀντιπροεῖδον AH: προεῖδον M, ὡς ἂν τι προιδὸν G 11 ὅθεν] 6 μὲν G ὃ GH: ὦ MA σπεύδουσιν L 12 ἐκτρεπόμενος Α 13 τραχείας codd. (Mang.): ταχείας Turn. (Dahl) 15 τό ante δυοῖν add. Mang. 16 ἐνεγχθῆναι MH2L τὸ om. GH (Turn.) ἄρ’] ἂν G 17 κακὸν A φθορά MA: φθορᾶς GH (v) 18 οἰκειότερον L (Turn.) 19 δέχηται A 21 οἱ μὲν om. A 23 τὰ om. M 24 λαμβανόμενος G: μεταξὺ sive μέσος ἐλλαμβανόμενος aut καθαλλόμενος coni. Matthaei νῦν] εὐθὺ coni. Matthaei 25 κωλύων Α ἐγίνετο Α (Mang.) 26 δὲ om. G 11. 12 DK fol. 178r ἐκ τῶν κατὰ Φλάκκον: μαντικώτατον ἡ ἑκάστου ψυχή, μάλιστα τῶν ἐν κακοπραγίαις. κεφαλήν, στέρνα, πλευράς, ὡς ἱερείου τρόπον κρεουργηθῆναι, ἔκειτο, τῆς δίκης σφαγὰς ἰσαρίθμους τοῖς φόνοις τῶν ἐκνόμως ἀναιρεθέντων Ἰουδαίων ἑνὶ σώματι βουληθείσης ἐργάσασθαι. καὶ ὁ μὲν τόπος ἅπας αἵματι κατερρεῖτο διὰ πλειόνων φλεβῶν, αἳ κατὰ μέρος διεκόπησαν, κρουνηδὸν ἐκχεομένῳ· συρομένου δ’ εἰς τὸν ὀρωρυγμένον βόθρον τοῦ νεκροῦ τὰ πλεῖστα μέρη διελύετο, τῶν νεύρων κατεσχισμένων, οἷς ἡ κοινωνία συνεδεῖτο πᾶσα τοῦ σώματος.