πολλάκις δὲ ἐδειματοῦτο καὶ 1—3 ἐν αὐτῷ — γενόμενος om. Α 1 διέτριβε M: διέτριβεν Η (v) 5 ἀνεβόησε A 6 ἀλ᾿ (sic) H 8 διαμαρτάνουσιν L δ’ om. M 9 ἁρπαζόμενον M ἐκκεχειρίαν A 11 ὅσ᾿ A 12 ὠνείδησά H ἀτιμίας Turn. καὶ κατοίκοις coni. Mang. (Dahl) 13 συμπεφορημένον (mavult Mang.) 18 τὴν om. Η (Turn.) 19 διὰ μὲν MH (Turn.): μὲν διὰ A (Mang.) βρεντεσίου M: βρεντεσίου Α, τε corr. in τη βρεντησίου L (v) 20 πελοποννήσου L: πελοπονήσου MAH μέχρι AH: ἄχρι M 21 ἄχρι Α 22 οὗτος MAH (Turn.): τοῦτο Ven. 41 (Mang.) ἕτεραι Η: ἕτεροι MA 23 ἀναιρεθεῖσι MAH (Mang.): ἀναλωθεῖσι Ven. 41; ἀναιρεθήσομαι Turn. 24 καταυ λεύσθησάν AH2 (mavult Mang., Dahl): κατελύθησάν H1 (v), κατελῄθησάν L, κατεσκεδάσθησάν Α 26 αὐτοῖς MH (Turn.): αὐτῶν Α (Mang.) 28 δ’ Α 29 τοῦ om. A δ’ A διεπτόητο καὶ φρίκῃ μὲν τὰ μέλη καὶ μέρη τοῦ σώματος κατεσείετο, φόβῳ δ’ ὑπότρομον εἶχε τὴν ψυχὴν ἄσθματι καὶ παλμῷ τινασσομένην, ἅτε τοῦ μόνου παρηγορεῖν τὸν ἀνθρώπινον βίον ἐκ φύσεως δυναμένου στερόμενος, χρηστῆς ἐλπίδος. ὄρνις αἴσιος οὐδεὶς αὐτῷ προυφαίνετο· πάντες δυσοιώνιστοι, κλῃδόνες παλίμφημοι, ἐπίπονος ἐγρήγορσις, περιδεὴς ὕπνος, ἡ μόνωσις θηριώδης. ἀλλ’ ἥδιστον αὐτῷ τὸ ἀγελαῖον; ἀηδέστατον αἱ κατὰ πόλιν διατριβαί· ἀσφαλὲς ὄνειδος ἡ κατ’ ἀγρὸν ἐρημία; σφαλερόν, ἀδυσώπητον· ὁ ἠρέμα προσιὼν ὕποπτος. "βουλεύεταί τι“ φησί "κατ’ ἐμοῦ ὁ θᾶττον βαδίζων· οὐ πρὸς ἕτερόν τι σπεύδων ἔοικεν, ἀλλ’ ἐμὲ διώκει· ὁ ἡδὺς ἐνεδρεύει, ὁ παρρησιαστὴς καταφρονεῖ· σιτία μοι καὶ ποτὰ καθάπερ τοῖς θρέμμασιν ἐπὶ σφαγὴν δίδοται. μέχρι τίνος ὁ σιδηροῦς πρὸς τοσαύτας ἀντέχω συμφοράς; οἶδ’ ὅτι μαλακίζομαι πρὸς θάνατον, ἐξ ἐπηρείας δαίμονος οὐκ ἐπιτρέποντός μοι τὴν ἀθλίαν ζωὴν συντόμως ἀπορρῆξαι διά τινας ὑπερβολὰς ἀνηκέστων κακῶν, ἃ κατ’ ἐμοῦ θησαυριζόμενος χαρίζεται τοῖς δολοφονηθεῖσι.“ τοιαῦτα ἀναπολῶν καὶ σφαδᾴζων ἐκαραδόκει τῆς εἱμαρμένης τὸ πέρας· καὶ τοῦ μὲν αἱ συνεχεῖς ὀδύναι τὴν ψυχὴν ἀνεκύκων καὶ ἀνέστρεφον. Γάιος δὲ τὴν φύσιν ὠμόθυμος ὢν καὶ ἀκόρεστος ἐν ταῖς τιμωρίαις οὐχ ὥσπερ ἔνιοι μεθίετο τοὺς ἅπαξ κολασθέντας, ἀλλ’ ἀτελεύτητα μηνιῶν ἀεί τινα καινὴν ἐπ’ αὐτοῖς ἐμεγαλούργει συμφοράν· τὸν δὲ Φλάκκον καὶ διαφερόντως ἤχθαιρεν, ὡς καὶ τοὺς ὁμωνύμους ἀλλοτριώσει τῆς κλήσεως ὑποβλέπεσθαι.