οἱ δὲ παραπέμψαντες αὐτὸν ἐπὶ τὸν δῆμον ἀγαγόντες τῶν Ἀνδρίων ἐπεδείξαντο πᾶσι, μάρτυρας ποιούμενοι τῆς εἰς τὴν νῆσον ἀφίξεως τοῦ φυγάδος. καὶ οἱ μὲν τὴν διακονίαν ἐκπλήσαντες ἀπῄεσαν· τῷ δὲ Φλάκκῳ μηδεμίαν ὄψιν οἰκείαν ἔτι θεωμένῳ τὸ πάθος ἐκαινοῦτο τρανότερον φαντασίαις ἐναργεστέραις· καὶ τὴν ἐν κύκλῳ κατανοοῦντι πολλὴν ἐρημίαν, ἧς μέσος ἀπείληπτο, κουφότερον ἐδόκει κακὸν ἡ ἐν τῇ πατρίδι βίαιος ἀναίρεσις, μᾶλλον δὲ συγκρίσει τῶν παρόντων ἀσπαστὸν ἀγαθόν. οὕτως ἐσφάδᾳζεν, ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν· ἐπήδα πολλάκις ἄνω κάτω διαθέων, τὰς χεῖρας συνεκρότει, τοὺς μηροὺς ἔπαιε, κατέβαλεν εἰς τοὔδαφος ἑαυτόν, ἐξεφώνει πολλάκις· „ἐγὼ Φλάκκος εἰμί, ὁ πρὸ μικροῦ 1 στιχηδὸν coni. Mang. στοιχηδὸν ἑξῆς seclusit Jessen ἐλθεῖν om. Α τὴν] τῆς coni. Mang. (Dahl) 3 πικρότατ’ Α 4 γε] τε M 5 ἀτυχῆ A (coni. Mang.) 12 καινήν Turn. (v): κενήν codd. 13 αὐτῆς om. H (Turn.) 14 εἰς ss. Η 15 τὴν ἀθλίαν ζωὴν MA: τὴν ζωὴν τὴν ἀθλίαν Η (v) 16 ἐκδέχομαι A μὲν τοιαῦτ’ A; μέντοι ταῦτα Turn. ἐπωδύρετο A 17 προσσχούσης Dahl: προσχούσης codd. (v) 18 πρό L (Turn.), corr. ex πρός H τῆς συμφορᾶς Α 19 οὐδ’ ὅσον L, in ras. H2 (v): οὐκ ἔχων MA σθένων MH: στένων Α ἢ μὴ A (Mang.): ἢ MH (Turn.) 20 προειστήκεισαν codd. (v) ; παρειστήκεσαν coni. Wendl. 21 τῶν ἀνδρίων ἀγαγόντες transp. A 22 πᾶσιν L ποιούμενος M 24 οἰκείαν ὄψιν transp. M τρανότερον MA: τρανούuενον H2L (v) ; ζωπυρούμενον coni. Mang. 28 μηδὲ Η (Turn.) 30 τὸ ἔδαφος H (v) αὐτόν H (v) πρός Α τῆς μεγαλοπόλεως ἢ πολυπόλεως Ἀλεξανδρείας ἡγεμών, ὁ τῆς εὐδαιμονεστάτης χώρας ἐπίτροπος Αἰγύπτου, εἰς ὃν ἐπέστρεφον αἱ τοσαῦται μυριάδες τῶν οἰκητόρων, ὁ δυνάμεις πολλὰς πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς οὐκ ἀριθμὸν ἄλλως ἀλλ’ ὅσον δοκιμώτατον ἐν ὑπηκόοις ἔχων, ὁ καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς ἐξόδοις ὑπὸ μυρίων ὅσων παραπεμπόμενος. ἀλλὰ μὴ φάσμα ταῦτ’ ἦν, οὐκ ἀλήθεια; καὶ κοιμώμενος ὄναρ εἶδον τὴν τότ’ εὐθυμίαν, εἴδωλα κατὰ κενοῦ βαίνοντα, πλάσματα ψυχῆς ἴσως ἀναγραφούσης τὰ μὴ ὑπάρχοντα ὡς ὄντα; διηπάτημαι· σκιὰ πραγμάτων ἄρ’ ἦσαν, οὐ πράγματα, μίμησις ἐναργείας, οὐκ ἐνάργεια τρανοῦσα τὸ ψεῦδος. ὡς γὰρ τῶν ἐν τοῖς ὀνείροις φανέντων οὐδὲν περιαναστάντες εὑρίσκομεν, ἀλλ’ οἴχεται πάντα ἀθρόα διαπτάντα, οὕτως καὶ τὰ λαμπρὰ ἐκεῖνα, οἷς ποτε ἐνωμίλησα, ἐσβέσθη βραχυτάτῃ καιροῦ ῥοπῇ.“