<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="126"><p>οἳ πρὸ μικροῦ μὲν τάξιν εἶχον ὑπηκόων δεσπότην <lb n="10"/> καὶ εὐεργέτην καὶ σωτῆρα καὶ τὰ τοιαῦτα ἀνακαλοῦντες, νυνὶ δ’
ἀντιδίκων οὐκ ἰσόρροπον ἀλλὰ δυνατωτέραν ἰσχὺν ἐκ πολλοῦ τοῦ περιόντος
ἐπιδεικνυμένων, οὐ μόνον ἕνεκα τοῦ θαρρεῖν τοῖς δικαίοις, ἀλλ’, ὃ δὴ
μέγιστον ἦν, ὅτι τὸν πρύτανιν τῶν ἀνθρωπίνων πραγμάτων ἐχθρὸν ἑώρων
ἄσπονδον αὐτῷ, μέλλοντα σχῆμα μὲν ὑποδύεσθαι δικαστοῦ, προνοίᾳ τοῦ
<lb n="15"/> μὴ δοκεῖν ἀκρίτου τινὸς προκαταγινώσκειν, ἔργον δ’ ἐπιδείκνυσθαι δυσμενοῦς,
πρὸ κατηγορίας καὶ ἀπολογίας ἤδη τῇ ψυχῇ κατεγνωκότος καὶ
τὰς ἀνωτάτω τιμωρίας ὡρικότος ἐπ’ αὐτῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="127"><p>χαλεπὸν δ’ οὐδὲν οὕτως, ὡς ὑπ’ ἐλαττόνων κρείττους καὶ πρὸς ὑπηκόων ἄρχοντάς ποτε γενομένους
κατηγορεῖσθαι, ὥσπερ ἂν εἰ καὶ δεσπότας ὑπ’ οἰκοτρίβων ἢ ἀργυρωνήτων.</p><lb n="20"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="128"><p><milestone unit="altref" n="16"/> Ἀλλ’ ἦν, ὡς ἔοικε, τοῦτο κουφότερον κακὸν συγκρινόμενον ἑτέρῳ μείζονι. οὐ γὰρ ἁπλῆν τινα τάξιν ἔχοντες ὑπηκόων αἰφνίδιον
 ἐπέθεντο ταῖς κατηγορίαις  <milestone unit="altpage2" n="p. 536 M."/> ἐπαποδυσάμενοι καὶ συμφρονήσαντες, ἀλλὰ
καὶ τὸν πλεῖστον χρόνον τῆς ἐπιτροπῆς ἣν ἐπετρόπευσε τῆς χώρας ἐκ
πάντων οὗτοι μάλιστ’ αὐτῷ δι’ ἀπεχθείας ἐγεγένηντο· Λάμπων μὲν
<lb n="25"/> ἀσεβείας τῆς εἰς Τιβέριον Καίσαρα δίκην σχὼν καὶ ἐπὶ διετίαν τριβομένου
τοῦ πράγματος ἀπειρηκώς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="129"><p>ὑπερθέσεις γὰρ καὶ ἀναβολὰς ὁ δικαστὴς ἐθελοκακῶν ἐσκήπτετο βουλόμενος, κἂν ἀποφύγῃ τὸ ἔγκλημα, τὸν γοῦν
περὶ τοῦ μέλλοντος ἀδήλου φόβον πρὸς μήκιστον χρόνον ἐπικρεμάσας αὐτῷ
ζωὴν ὀδυνηροτέραν θανάτου παρασχεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg030.1st1K-grc1" subtype="section" n="130"><p>εἶθ’ ὕστερον καὶ ὅτε νικᾶν <lb n="30"/> ἔδοξεν, εἰς τὴν οὐσίαν ἐπηρεασθῆναι ἔφασκεν — ἠναγκάσθη γὰρ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀμβλυτέρως Α
<lb/>2 τρανωτέραν GL (v), ἀνωτέραν Α
<lb/>4 δ’ om. G ἔτι MGA: ἐστὶ Η (v), ἐστί <add>τι</add> coni. Mang.
<lb/>5 ἐπειδὴ MGA (mavult Mang.): ἐπεὶ Η ἀναχθεὶς] ἀναδειχθεὶς G ἀρχομένου (αρ ex ερ corr. vid.) M
<lb/>8 αὐτῶ ω corr. ex ο) 
<lb/>9 ἡσίδωρός H ὑπηκόων εἶχον transp. G
<lb/>10 τοιαῦτ’ Α ἀνακαλοῦντες MGA: καλοῦντες H (v)
<lb/>13 ἀνθρωπείων G
<lb/>14 ὑπενδύεσθαι Α ὑποδύεσθαι δικαστοῦ G: δικαστοῦ ὑπο(εν)δύεσθαι ceteri (v) προνοίᾳ om. Α
<lb/>15 ἀκρίτως Α δέ ML (v)
<lb/>18 γενομένους ποτὲ transp. M γενωμένους L; γεννωμένους Turn. 
<lb/>19 δεσπότης Α
<lb/>20 ἔοικεν L (v)
<lb/>21 αἰφνιδίων M
<lb/>22 σωφρονήσαντες A 
<lb/>23 ἐπετρόπευε Α ἐκ om. Α
<lb/>24 μάλιστα L (v) ἐγένοντο L (Turn.) 
<lb/>27 ἐσκέπτετο A
<lb/>28 ἀδήλου Mang. (Dahl): ἄδηλον GH (v), ἄδολον M, ἄδικον Α 
<lb/>30 ἐπηρεάσθη A (sic scribendum censet Mang. omisso φάσκων) ἔφασκεν Cohn: φάσκων codd. (v)</note>  

<pb n="v.6.p.144"/>
γυμνασιαρχεῖν —, ἤτοι τῷ γλίσχρος καὶ ἀνελεύθερος εἶναι περὶ τὰς δαπάνας,
προφασιζόμενος τὸ μὴ κεκτῆσθαι πρὸς τοσαύτην ἀφθονίαν ἀναλωμάτων
ἱκανὴν οὐσίαν, ἢ τῷ ὄντι μὴ κεκτημένος, ἀλλὰ πρὶν μὲν εἰς ἀπόπειραν
ἐλθεῖν ἐπιφάσκων τὸν πάνυ πλούσιον, ἐν δὲ τῇ δοκιμασίᾳ μὴ φανεὶς
ἄγαν πολυχρήματος ἄνθρωπος, ὅσα ἐκτήσατο σχεδὸν ἅπαντα ἐξ ἀδικημάτων <lb n="5"/>
 περιποιησάμενος·</p></div></div></body></text></TEI>