οἳ πρὸ μικροῦ μὲν τάξιν εἶχον ὑπηκόων δεσπότην καὶ εὐεργέτην καὶ σωτῆρα καὶ τὰ τοιαῦτα ἀνακαλοῦντες, νυνὶ δ’ ἀντιδίκων οὐκ ἰσόρροπον ἀλλὰ δυνατωτέραν ἰσχὺν ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδεικνυμένων, οὐ μόνον ἕνεκα τοῦ θαρρεῖν τοῖς δικαίοις, ἀλλ’, ὃ δὴ μέγιστον ἦν, ὅτι τὸν πρύτανιν τῶν ἀνθρωπίνων πραγμάτων ἐχθρὸν ἑώρων ἄσπονδον αὐτῷ, μέλλοντα σχῆμα μὲν ὑποδύεσθαι δικαστοῦ, προνοίᾳ τοῦ μὴ δοκεῖν ἀκρίτου τινὸς προκαταγινώσκειν, ἔργον δ’ ἐπιδείκνυσθαι δυσμενοῦς, πρὸ κατηγορίας καὶ ἀπολογίας ἤδη τῇ ψυχῇ κατεγνωκότος καὶ τὰς ἀνωτάτω τιμωρίας ὡρικότος ἐπ’ αὐτῷ. χαλεπὸν δ’ οὐδὲν οὕτως, ὡς ὑπ’ ἐλαττόνων κρείττους καὶ πρὸς ὑπηκόων ἄρχοντάς ποτε γενομένους κατηγορεῖσθαι, ὥσπερ ἂν εἰ καὶ δεσπότας ὑπ’ οἰκοτρίβων ἢ ἀργυρωνήτων. Ἀλλ’ ἦν, ὡς ἔοικε, τοῦτο κουφότερον κακὸν συγκρινόμενον ἑτέρῳ μείζονι. οὐ γὰρ ἁπλῆν τινα τάξιν ἔχοντες ὑπηκόων αἰφνίδιον ἐπέθεντο ταῖς κατηγορίαις ἐπαποδυσάμενοι καὶ συμφρονήσαντες, ἀλλὰ καὶ τὸν πλεῖστον χρόνον τῆς ἐπιτροπῆς ἣν ἐπετρόπευσε τῆς χώρας ἐκ πάντων οὗτοι μάλιστ’ αὐτῷ δι’ ἀπεχθείας ἐγεγένηντο· Λάμπων μὲν ἀσεβείας τῆς εἰς Τιβέριον Καίσαρα δίκην σχὼν καὶ ἐπὶ διετίαν τριβομένου τοῦ πράγματος ἀπειρηκώς. ὑπερθέσεις γὰρ καὶ ἀναβολὰς ὁ δικαστὴς ἐθελοκακῶν ἐσκήπτετο βουλόμενος, κἂν ἀποφύγῃ τὸ ἔγκλημα, τὸν γοῦν περὶ τοῦ μέλλοντος ἀδήλου φόβον πρὸς μήκιστον χρόνον ἐπικρεμάσας αὐτῷ ζωὴν ὀδυνηροτέραν θανάτου παρασχεῖν. εἶθ’ ὕστερον καὶ ὅτε νικᾶν ἔδοξεν, εἰς τὴν οὐσίαν ἐπηρεασθῆναι ἔφασκεν — ἠναγκάσθη γὰρ 1 ἀμβλυτέρως Α 2 τρανωτέραν GL (v), ἀνωτέραν Α 4 δ’ om. G ἔτι MGA: ἐστὶ Η (v), ἐστί τι coni. Mang. 5 ἐπειδὴ MGA (mavult Mang.): ἐπεὶ Η ἀναχθεὶς] ἀναδειχθεὶς G ἀρχομένου (αρ ex ερ corr. vid.) M 8 αὐτῶ ω corr. ex ο) 9 ἡσίδωρός H ὑπηκόων εἶχον transp. G 10 τοιαῦτ’ Α ἀνακαλοῦντες MGA: καλοῦντες H (v) 13 ἀνθρωπείων G 14 ὑπενδύεσθαι Α ὑποδύεσθαι δικαστοῦ G: δικαστοῦ ὑπο(εν)δύεσθαι ceteri (v) προνοίᾳ om. Α 15 ἀκρίτως Α δέ ML (v) 18 γενομένους ποτὲ transp. M γενωμένους L; γεννωμένους Turn. 19 δεσπότης Α 20 ἔοικεν L (v) 21 αἰφνιδίων M 22 σωφρονήσαντες A 23 ἐπετρόπευε Α ἐκ om. Α 24 μάλιστα L (v) ἐγένοντο L (Turn.) 27 ἐσκέπτετο A 28 ἀδήλου Mang. (Dahl): ἄδηλον GH (v), ἄδολον M, ἄδικον Α 30 ἐπηρεάσθη A (sic scribendum censet Mang. omisso φάσκων) ἔφασκεν Cohn: φάσκων codd. (v) γυμνασιαρχεῖν —, ἤτοι τῷ γλίσχρος καὶ ἀνελεύθερος εἶναι περὶ τὰς δαπάνας, προφασιζόμενος τὸ μὴ κεκτῆσθαι πρὸς τοσαύτην ἀφθονίαν ἀναλωμάτων ἱκανὴν οὐσίαν, ἢ τῷ ὄντι μὴ κεκτημένος, ἀλλὰ πρὶν μὲν εἰς ἀπόπειραν ἐλθεῖν ἐπιφάσκων τὸν πάνυ πλούσιον, ἐν δὲ τῇ δοκιμασίᾳ μὴ φανεὶς ἄγαν πολυχρήματος ἄνθρωπος, ὅσα ἐκτήσατο σχεδὸν ἅπαντα ἐξ ἀδικημάτων περιποιησάμενος·