γενομένης δ’ ἑσπέρας, ἡ μὲν ναῦς προσέσχεν, ὁ δὲ Βάσσος μετὰ τῶν ἰδίων ἀποβὰς προῄει, μήτε γνωρίζων τινὰ μήτε γνωριζόμενος ὑπό του, στρατιώτην δέ τινα τῶν ἐν τοῖς τετραδίοις φυλάκων καθ’ ὁδὸν εὑρὼν κελεύει δεικνύναι τὴν οἰκίαν τοῦ στρατάρχου· τούτῳ γὰρ ἐβούλετο τὸ ἀπόρρητον ἀνενεγκεῖν, ἵνα, κἂν δέῃ πολυχειρίας, ἔχῃ τὸν συναγωνιούμενον. πυθόμενος δ’ αὐτὸν ἑστιᾶσθαι παρά τινι σὺν Φλάκκῳ, μηδὲν τάχους ἀνιεὶς συνέτεινεν ἄχρι τῆς τοῦ κεκληκότος οἰκίας — Στεφανίων ἦν τῶν τοῦ Τιβερίου Καίσαρος ἀπελευθέρων, παρ’ ᾧ κατήγοντο — καὶ μικρὸν ἄποθεν ὑποστείλας ἐκπέμπει τινὰ τῶν ἰδίων κατασκεψόμενον εἰς ἀκόλουθον ἀσκήσας, σόφισμα τοῦ μηδένα συναισθέσθαι. παρελθὼν δὲ εἰς τὸ συμπόσιον ὡς ἑνός τινος τῶν παρατυγχανόντων οἰκέτης, ἅπαντα μετ’ ἀκριβείας περιαθρήσας, ἐπανελθὼν ἐμήνυσε τῷ Βάσσῳ. γνοὺς δὲ τὸ περὶ τὰς εἰσόδους ἀφύλακτον καὶ τὴν 1 ἐξευμενίσθαι M (Mang.): ἐξευμενίζεσθαι AH (Turn.), ἐξευμενίσασθαι G 2 καὶ ante ἐν add. G 4 καὶ om. Α πλήστω G 5 δὲ M αὐτὸν MG 6 καὶ D Anton. Mel.: om. codd. (v) 7 τυγχάνειν om. M μὲν om. Α 8 ἑκατόνταρχος (sic) βάσσος transp. A ἑκατόνταρχος GA 9 ὑφηγεῖτο Α 10 δὲ ante τὴν add. Α 11 καὶ om. Α μέχρι M 12 τὸ] τὸν Η ἀνεπίφαντον Α: ἀνεπίφατον ceteri (v) 13 βουλευσάμενόν GH: προβουλευσάμενόν M, τεχνασάμενόν Α 14 τὴν ὑπηρεσίαν αὐτῶ transp. Α δὲ GL (v) 15 ἀποβάς om. A προείη (sed corr.) G 17 τοῦ codd. (supplevit Matthaei): om. v 18 τούτω ΑΗ (Mang.): τοῦτο MGL (Turn.) ἐνεγκεῖν Α 21 τοῦ MG: om. οὐ ΑΗ (v) 22 ἄποθεν AH: ἄπωθεν G, πίθεν (sic) M ἀποστείλας M, ἀποστάς A 23 ἰδίων] οἰκείων M εἰς] ὡς Α 24 δ’ Α τινος om. Α 25 μετά MH (v) παρέλθω G 26 ἐμήνυσε MA: ἐμήνυε G, διεμήνυε Η (v) 5—7 DR f. 237v τοῦ αὐτοῦ Anton. Mel. II 32 Col. 1084 Φίλωνος: ἀβέβαιοι αἱ τῶν D) πονηρῶν ἀνθρώπων ἐλπίδες — παλίμφημα καὶ ὧν ἄξιοι (ἄξιον Anton.) (om. D.) εἰσὶ πασχόντων πάσχοντες D). περὶ τὸν Φλάκκον ὀλιγότητα — μόλις γὰρ δέκα ἢ πεντεκαίδεκα τῶν διακονικῶν ἀνδραπόδων ἐπηκολουθήκει — σύνθημα δοὺς τοῖς περὶ αὑτὸν εἰσέδραμεν ἐξαίφνης, καὶ τῶν στρατιωτῶν οἱ μὲν παρὰ τὸ συμπόσιον ἐπιστάντες ὑπεζωσμένοι τὰ ξίφη κυκλοῦσιν αὐτὸν οὐ προϊδόμενον· ἐτύγχανε γὰρ καὶ πρόποσίν τινι διδοὺς καὶ φιλοφρονούμενος τοὺς παρόντας. εἰς μέσον δὲ τοῦ Βάσσου παρελθόντος, ἰδὼν εὐθὺς ὑπ’ ἐκπλήξεως ἀχανὴς γίνεται καὶ βουλόμενος ἀναστῆναι, τὴν ἐν κύκλῳ φρουρὰν θεασάμενος, ἔγνω καὶ πρὶν ἀκοῦσαι, τί βούλεται Γάιος ἐπ’ αὐτῷ καὶ τί προστέτακται τοῖς ἥκουσι καὶ τί παραυτίκα μελλήσει ὑπομένειν· δεινὸς γὰρ ὁ νοῦς τὰ κατὰ μέρος ἐν χρόνῳ μακρῷ γινόμενα πάνθ’ ἅμα ἰδεῖν καὶ πάντων ἀθρόων ἀκοῦσαι. τῶν μὲν οὖν συνδειπνούντων ἕκαστος ἀναστὰς ὑπὸ δέους ἐπεφρίκει καὶ ἐπεπήγει, μή τις ὥρισται καὶ τοῦ συνεστιαθῆναι δίκη· φεύγειν γὰρ οὔτ’ ἀσφαλὲς ἦν οὔτ’ ἄλλως ἐνεδέχετο, προκατεχομένων τῶν εἰσόδων. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν τοῦ Βάσσου κελεύσαντος ἀπάγεται, τελευταίαν ταύτην ἀνάλυσιν ἐκ συμποσίου ποιησάμενος· ἔδει γὰρ ἀφ’ ἑστίας ἄρξασθαι τὴν δίκην κατὰ τοῦ μυρίους ἀνεστίους οἴκους οὐδὲν ἠδικηκότων ἀνθρώπων ἐργασαμένου.