ζῶντος μὲν γὰρ τοῦ μειρακίου τὰ ζώπυρα τῆς ἰδίας σωτηρίας οὐκ ἀπεγίνωσκεν, ἀποθανόντος δὲ συντεθνάναι καὶ τὰς οἰκείας ἐλπίδας ἔδοξεν, εἰ καὶ μικρά τις ἀπελείπετο αὔρα βοηθείας, ἡ πρὸς Μάκρωνα φιλία τὰ σύμπαντα παρὰ Γαΐῳ κατ’ ἀρχὰς δυνηθέντα καὶ πλείστην μοῖραν ὡς λόγος εἰσενεγκάμενον αὐτῷ πρὸς τὸ τυχεῖν τῆς ἡγεμονίας καὶ ἔτι μᾶλλον πρὸς τὸ σωθῆναι, πολλάκις μὲν ἐκποδὼν ποιήσασθαι τὸν Γάιον διανοηθέντος Τιβερίου ὡς κακοήθη καὶ οὐ πεφυκότα πρὸς ἀρχήν, καὶ ἅμα διὰ τὸν ἐπὶ τῷ υἱωνῷ φόβον — ἐδεδίει γάρ, μὴ παρανάλωμα γένηται τελευτήσαντος αὐτοῦ —, πολλάκις δὲ τοῦ Μάκρωνος τὰς ὑπονοίας ὑπεξαιρουμένου καὶ τὸν Γάιον ἐπαινοῦντος ὡς ἁπλοῦν καὶ ἀπόνηρον καὶ κοινωνικὸν καὶ τοῦ ἀνεψιοῦ μάλιστα ἡττημένον, ὡς ἢ μόνῳ ἂν ἐθελῆσαι παραχωρῆσαι τὴν ἡγεμονίαν ἢ πάντως τὰ πρωτεῖα. ὑφ’ ὧν ἀπατηθεὶς ἔλαθεν ἄσπονδον ἐχθρὸν ἑαυτῷ καὶ υἱωνῷ καὶ γένει καὶ παρακλήτῳ Μάκρωνι καὶ πᾶσιν ἀνθρώποις καταλιπών. ἐπειδὴ γὰρ ὁ Μάκρων ὁρῶν αὐτὸν ἐκδιαιτώμενον καὶ ἀχαλίνοις ταῖς ὁρμαῖς, ἐφ’ ἃ ἂν τύχῃ καὶ ὡς ἂν τύχῃ, χρώμενον 2. 3 τήν τε εἰρήνην — ἀφηγήσατο] οὕτω χρηστὸς ἣν A 2 τ’ G 5 διά τὸ ἐπὶ τιβερίω codd. (Mang.): ἐπὶ Τιβερίου Turn. πεπονθὼς ante add. Η (Turn.) 6 ἐπί A 7 τῆς MA (Mang.): ἐκ τῆς GH (Turn.) ἀπαύστως] ἀφράστως A 8 xai oin. M τὸ om. M τὴν om. A d xal G: καὶ διὰ MA, διὰ H: om. v 10 μρὶ codd. : μητέρι v 11 ἁλώσεως] ἀλλοτριώσεως coni. Mang. ἐπιλελησμένος corruptum ἔτ’ om. Α ἀντεῖχεν L (v) 13 τοῦ ante Τιβερίου add. M (Mang.) 14 καταβαλὸν M αὐτὸν AH2 (v), αὐτὸν H1 18 ἀπελίπετο G; ὑπελείπετο (sic Ven. 41) Mang. 19 καὶ] τὴν G 20 εἰσενγνεγκάμενον (sic) Η 23 υἱῶ H, γράφεται καὶ υἱωνῷ in marg.) M 26 ἡττημένον] ἡττᾶται M θελῆσαι M, ἐθελήσοι Α 28 ἑαυτῶ M: αὐτῶ AH2 (v), αὐτῶ 29 29 ὁρῶν om. H (Turn.). 30 ἃ] ὃ A καὶ ὡς ἂν τύχῃ om. Turn. ἐνουθέτει καὶ παρηγόρει νομίζων ἐκεῖνον εἶναι Γάιον τόν, ἡνίκ’ ἔτ’ ἔζη Τιβέριος, ἐπιεικῆ καὶ πειθαρχικόν, ὁ κακοδαίμων εὐνοίας περιττῆς ἔδωκε τὰς ἀνωτάτω δίκας πανοίκιος αὐτῇ γυναικὶ καὶ τέκνοις συναναιρεθεὶς ὡς περιττὸν ἄχθος καὶ παρενόχλημα. καὶ γὰρ ὁπότε πόρρωθεν αὐτὸν ἀφικνούμενον ἴδοι, τοιαῦτα πρὸς τοὺς συνόντας διεξῄει· „μὴ μειδιῶμεν, κατηφῶμεν· ὁ νουθετητὴς παραγίνεται, ὁ αὐθέκαστος, ὁ ἀνδρὸς τελείου καὶ αὐτοκράτορος ἀρξάμενος νῦν εἶναι παιδαγωγός, ὅτε καὶ τοὺς ἐκ πρώτης ἡλικίας ὁ καιρὸς ἀπήλασε καὶ διέζευξεν.“