Δεύτερος μετὰ Σηιανὸν Φλάκκος Ἀουίλλιος διαδέχεται τὴν II p. 517 M. κατὰ τῶν Ἰουδαίων ἐπιβουλήν, σύμπαν μὲν ἀδικῆσαι τὸ ἔθνος ὥσπερ ἐκεῖνος ἄντικρυς οὐ δυνηθείς — ἐλάττους γὰρ εἶχε τὰς εἰς τοῦτ’ ἀφορμάς —, ἐφ’ ὅσους δ’ ἔφθανεν, ἀθρόους ἀνηκέστοις περιέπειρε κακοῖς. οὐ μὴν ἀλλὰ καὶ μέρει δόξας ἐπιτίθεσθαι τὴν ἐπιβουλὴν ἐξέτεινεν ἐπιὼν τοὺς πανταχοῦ πάντας διὰ τέχνης τὸ πλέον ἢ δυνάμεως· οἷς γὰρ ἰσχὺς οὐ πρόσεστι τῶν τὰς φύσεις τυραννικῶν, πανουργίαις τὰς ἐπιβουλὰς κατορθοῦσιν. ὁ Φλάκκος οὖν οὗτος ἐν τοῖς ἑταίροις κριθεὶς παρὰ Τιβερίῳ Καίσαρι μετὰ τὴν Ἱβήρου τελευτήν, ὃς ἐπετέτραπτο Αἴγυπτον, καθίσταται τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας ἐπίτροπος, ἄνθρωπος ἐν ἀρχῇ μυρία καλοκαγαθίας ὅσα τῷ δοκεῖν ἐξενεγκὼν δείγματα· πυκνός τε γὰρ ἦν καὶ συνεχὴς καὶ ὀξὺς νοῆσαι καὶ τὰ βουλευθέντα πρᾶξαι καὶ προχειρότατος εἰπεῖν καὶ πρὸ τοῦ λεγομένου τὸ ἡσυχαζόμενον αἰσθέσθαι. παντάπασιν οὖν ὀλίγῳ χρόνῳ τῶν κατὰ τὴν Αἴγυπτον πραγματειῶν ἐθὰς γίνεται· πολύτροποι δ’ εἰσὶ καὶ ποικίλαι, μόλις τοῖς ἐκ πρώτης ἡλικίας τὸ ἔργον ἐπιτήδευμα πεποιημένοις γνωριζόμεναι. περιττὸς ὄχλος ἦσαν οἱ γραμματεῖς, 1. 2 Φίλωνος εἰς φλάκκον M, εἰς φλάκκον Η: φλάκκος ψεγόμενος G (= Phot. Bibl. cod. 105), Φίλωνος ἱστορία πάνυ ὠφέλιμος καὶ tw βίω χρήσιμος τὰ κατά τόν φλάκκον ἤτοι περὶ προνοίας Α Libelli partem, qua exponebatur Seiani acerbitas adversus ludaeos eiusque exitium (cf. p. 154, 7 καί), deperisse recte animadvertit Massebieau 4 ἀούλλιος G, ϊούλιος Α 6 ἄντικρυς oui. Turn. 8 ἐπιὼν G: ἐπὶ ceteri (v) τοὺς om. G 9 ἁπανταχοῦ M πάντας G: om. ceteri (v) 9. 10 ἰσχὺς 06 πρόσεστι CMGA (Anton. Mel.): ἰ. ἐστιν οὐδαμῶς Η (Turn.) ; οὐ πρόσεστιν ἰσχὺς Mang. 10 ἐπιβολὰς coni. Mang. 11 οὑν Α: om. ceteri (v) ἐν]ἐπὶ G 12 Ἱβήρου scripsi (cf. Dio C. LVIII 19, 6 et Dessau, Prosopogr. imp. Rom. II 143): βήρου G, σεβήρου celeri (v) #x003E; Αἴγυπτον coni. Cohn 15 προχειρότατα L (Turn.) 16. 17 παντάπασι γοῦν G 18 δὲ M τοῖς] τοῖς] τῆς M 9—11 C fol. 123v ἐκ τοῦ περὶ Φλάλ κ ου λόγου DR fol. 247v τοῦ II 86 Col. 1208 Φίλωνος: οἷς ἰσχὺς — κατορθοῦσιν. ἤδη πρὸς πάντα μικρὰ καὶ μεγάλα φθάνοντος αὐτοῦ ταῖς ἐμπειρίαις, ὡς μὴ μόνον ὑπερβαλεῖν ἀλλὰ χάριν ἀκριβείας ἀντὶ γνωρίμου διδάσκαλον γεγενῆσθαι τῶν τέως ὑφηγητῶν. καὶ ὅσα μὲν περὶ λογισμοὺς καὶ τὴν τῶν προσοδευομένων κατώρθου διοίκησιν, εἰ καὶ μεγάλα καὶ ἀναγκαῖα ἦν, ἀλλ’ οὐδέν γε δεῖγμα ψυχῆς ὑπέφαινεν ἡγεμονικῆς, ἃ δὲ λαμπροτέραν καὶ βασιλικὴν ἐδήλου φύσιν, μετὰ πλείονος παρρησίας ἐπεδείκνυτο· οἷον σεμνότερον ἦγεν αὑτόν — ἄρχοντι δὲ λυσιτελέστατον ὁ τῦφος —, ἐδίκαζε τὰ μεγάλα μετὰ τῶν ἐν τέλει, τοὺς ὑπεραύχους καθῄρει, μιγάδων καὶ συγκλύδων ἀνθρώπων ὄχλον ἐκώλυεν ἐπισυνίστασθαι· τάς τε ἑταιρείας καὶ συνόδους, αἳ ἀεὶ ἐπὶ προφάσει θυσιῶν εἱστιῶντο τοῖς πράγμασιν ἐμπαροινοῦσαι, διέλυε τοῖς ἀφηνιάζουσιν ἐμβριθῶς καὶ εὐτόνως προσφερόμενος. εἶτ’ ἐπειδὴ τὴν πόλιν καὶ τὴν χώραν ἀνέπλησεν εὐνομίας, ἐν μέρει πάλιν ταῖς στρατιωτικαῖς δυνάμεσιν ἐφήδρευεν ἐκτάττων, συγκροτῶν, γυμνάζων πεζούς, ἱππεῖς, τοὺς τῆς κούφης ὁπλίσεως, τοὺς ἡγεμόνας, ἵνα μὴ τὰς μισθοφορὰς τῶν στρατιωτῶν ἀφαιρούμενοι πρὸς λῃστείας καὶ ἁρπαγὰς αὐτοὺς ἀλείφωσι, πάλιν τῶν στρατιωτῶν ἕκαστον, ἵνα μηδὲν ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζηται μεμνημένος, ὅτι τέτακται καὶ τὴν εἰρήνην διαφυλάττειν.