οὐχ ὁρᾷς ὅσαι μὲν ἡμέρων φυτῶν ὗλαι, ὅσαι δὲ ἀγρίων κατὰ πᾶν μέρος τῆς γῆς ἀνακέχυνται; τούτων τῶν δένδρων ἕκαστον, ἄχρι μὲν ὑγιαίνει τὸ στέλεχος, ἅμα τῷ καρπῷ καὶ τὸ ὄχευμα τίκτει, μήκει δὲ χρόνων ἀφαυανθὲν ἢ καὶ ἄλλως αὐταῖς ῥίζαις φθαρὲν οὐδέποτε τὴν ἀνάλυσιν εἰς σπέρμα ἔλαβεν. τὸν αὐτὸν μέντοι τρόπον καὶ τὰ γένη τῶν ζῴων, ἃ μηδὲ εἰπεῖν διὰ πλῆθος ῥᾴδιον, ἄχρι μὲν περίεστι καὶ ἡβᾷ, σπέρμα προΐεται γόνιμον, τελευτήσαντα δ’ οὐδαμῆ οὐδαμῶς γίνεται σπέρμα· καὶ γὰρ εὔηθες ἄνθρωπον ζῶντα μὲν ὀγδόῳ μέρει ψυχῆς, ὃ καλεῖται γόνιμον, πρὸς τὴν τοῦ ὁμοίου σπορὰν χρῆσθαι, τελευτήσαντα δὲ ὅλῳ ἑαυτῷ· θάνατος γὰρ οὔτι ζωῆς ἀνυσιμώτερος. ἄλλως τε τῶν ὄντων οὐδὲν ἐκ μόνου σπέρματος δίχα τῆς οἰκείας τροφῆς ἀποτελεῖται· σπέρμα γὰρ ἔοικεν ἀρχῇ, ἀρχὴ δὲ καθ’ αὑτὴν οὐ τελειογονεῖ. μὴ γὰρ αὖ νομίσῃς τὸν στάχυν ἐκ μόνου τοῦ καταβληθέντος ὑπὸ 1 ἀνάλωσις M 5 φυτόν, ὡς ἔοικεν Diels: φυτῶ ἔοικεν codd. 6 ἢ ζῶον M: ἢ ζώω UP, ἢ κόσμω H καὶ post εἴτε om. U 8 σπέρματος MU: σώματος HP (Turn.) 9 γέννησιν L (Turn.) ἡμέρων HP: ἡμερῶν U, ἡμέραι M 10 τῆς ante γῆς om. Turn. 11 τὸ ὄχευμα Bernays: τὸ ὄχημα UHP, τῶ ὄχημα M: τό σπέρμα coni. Mang. 12 ἀφαυανθὲν Mang.: ἀφ . . ανθὲν M, ἀφαανθὲν U, ἀφανισθὲν HP ἢ add. Cumont 13 εἰς σπέρματα U ἔλαβε ν 15 τελευτήσει U οὐδαμῶς οὐδαμῶς U 16 σπέρμα] σπόριμα coni. Mang. 17 τῆς ψυχῆς U 17. 18 τελευτήσαντα UP: τελευτῆσαν MH (Turn.) 18 ὅλῳ v (Turn.): ὅλον codd. (Cumont) οὔτι ζωῆς MU: ζωῆς οὔτι HP (v) ἄλλως] ὅλως coni. Diels 20 ἀρχῇ] ἡ ἀρχὴ U καθ’ αὑτὴν ΜΗΡ: καθ’ ἑαυτὴν U ν) 21 αὖ] σὺ coni. Mang. 1 Ocell. Luc. I 13 . . . οἱ δὲ καρποὶ καὶ τὰ πλείστα τῶν ῥιζοφύτων ἀπὸ σπερμάτων ἀνέλαβον τὴν ἀρχὴν τῆς γενέσεως, καρπωθέντα δὲ καὶ τελεσφορήσαντα πάλιν ἐπὶ τὸ σπέρμα τὴν ἀνάλυσιν ποιεῖται. 2 sq. Diog. La. VII 142 . . . ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμψυχον καὶ νοερόν, καὶ Χρύσιππός φησιν ἐν πρώτῳ Περὶ προνοίας καὶ Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ καὶ Ποσεδώνιος (Chrysippi frg. 633 Arnim). 16 cf. Doxogr. p. 390. 5. 410, 25. Diog. La. VII 157. γεωργῶν εἰς τὰς ἀρούρας βλαστάνειν πυροῦ, τὸ δὲ πλεῖστον εἰς αὔξησιν αὐτοῦ συνεργεῖν ὑγράν τε καὶ ξηρὰν διττὴν ἐκ γῆς τροφήν· καὶ τὰ ἐν μήτραις μέντοι διαπλαττόμενα πέφυκεν οὐκ ἐκ μόνου ζῳογονεῖσθαι σπέρματος ἀλλὰ καὶ τῆς ἔξωθεν ἀρδομένης τροφῆς, ἣν ἡ κύουσα προσφέρεται. πρὸς δὴ τί ταῦτα λέγω; ὅτι κατὰ τὴν ἐκπύρωσιν σπέρμα μόνον ὑπολειφθήσεται, τροφῆς μὴ ὑπαρχούσης, ἁπάντων ὅσα τρέφειν ἔμελλεν εἰς πῦρ ἀναλυθέντων, ὥσθ’ ὁ κατὰ τὴν παλιγγενεσίαν ἀποτελούμενος κόσμος χωλὴν καὶ ἀτελῆ γένεσιν ἕξει, τοῦ μάλιστα πρὸς τελείωσιν συνεργοῦντος, ᾧ καθάπερ βάκτρῳ τινὶ τὴν σπερματικὴν ἀρχὴν ἐφιδρύεσθαι συμβέβηκεν, ἐφθαρμένου. τοῦτο δ’ ἦν ἄτοπον ἐξ αὐτῆς ἐλεγχόμενον τῆς ἐναργείας. ἔτι τοίνυν ὅσα λαμβάνει τὴν γένεσιν ἐκ σπέρματος, μείζονα τὸν ὄγκον ἐστὶ τοῦ πεποιηκότος καὶ ἐν τόπῳ μείζονι θεωρεῖται· δένδρα γοῦν οὐρανομήκη πολλάκις ἀναβλαστάνει ἐκ βραχυτάτης κέγχρου καὶ ζῷα πιότατα καὶ περιμηκέστατα ἐξ ὀλίγου τοῦ προεθέντος ὑγροῦ. ἀλλὰ καὶ τὸ μικρῷ πρότερον εἰρημένον συμβαίνει, κατὰ μὲν τὸν γειτνιῶντα τῇ γενέσει χρόνον βραχύτερα τὰ γεννηθέντα εἶναι, μεγεθύνεσθαι δ’ αὖθις ἄχρι παντελοῦς τελειώσεως.