ἀλλ’ εἴ γε φλὸξ γίνεται, τραπομένη πρὸς σβέσιν ἅπαξ οὐκ ἐκ μέρους ἀλλ’ ἀθρόα σβεσθήσεται· συνυπάρχει γὰρ τῇ τροφῇ· διὸ πολλῆς μὲν οὔσης ἐπιδίδωσι καὶ χεῖται, στελλομένης δὲ μειοῦται. τεκμηριώσαιτο δ’ ἄν τις ἀπὸ τῶν παρ’ ἡμῖν τὸ γινόμενον· ὁ λύχνος, ἕως μέν τις ἔλαιον ἄρδει, περιφεγγεστάτην δίδωσι φλόγα, ἐπειδὰν δ’ ἐπίσχῃ, δαπανήσας ὅσον τῆς τροφῆς λείψανον αὐτίκα κατεσβέσθη, μηδὲν μέρος ταμιευσάμενος τῆς φλογός. εἰ δὲ μὴ τοῦτο ἀλλ’ αὐγὴ γίνεται, πάλιν ἀθρόα μεταβάλλει. διὰ τί; ὅτι ὑπόστασιν ἰδίαν οὐκ ἔχει, γεννᾶται δ’ ἐκ φλογός, ἧς ὅλης δι’ ὅλων σβέσιν λαμβανούσης, ἀνάγκη καὶ τὴν αὐγὴν μὴ κατὰ μέρος ἀλλ’ ἀθρόαν ἀναιρεῖσθαι· ὃ γὰρ πρὸς τροφὴν φλόξ, τοῦτο αὐγὴ πρὸς φλόγα· καθάπερ οὖν τροφῇ συναναιρεῖται φλόξ, καὶ αὐγὴ φλογί. ὥστ’ ἀμήχανον παλιγγενεσίαν τὸν κόσμον λαβεῖν, μηδενὸς ἐντυφομένου σπερματικοῦ λόγου, πάντων δὲ δαπανηθέντων, τῶν μὲν ἄλλων ὑπὸ πυρός, αὐτοῦ δ’ ὑπ’ ἐνδείας. ἐξ ὧν ἐστι δῆλον, ὅτι ἀγένητος καὶ ἄφθαρτος ὢν διατελεῖ. Φέρε δ’ οὖν, ὥς φησιν ὁ Χρύσιππος, τὸ ἀναστοιχειῶσαν τὴν διακόσμησιν εἰς αὑτὸ πῦρ τοῦ μέλλοντος ἀποτελεῖσθαι κόσμου σπέρμα εἶναι καὶ ὧν ἐπ’ αὐτῷ πεφιλοσόφηκε μηδὲν ἐψεῦσθαι, πρῶτον μὲν ὅτι 2 εἴ γε Mang. (et ipse conieci): εἴτε codd. ἅπας] ἅπερ M 3 ἀλλ’ ἀθρόα ν (Turn.): ἀλλά λάθρα codd. συνυπάρχῃ M τῇ τροφῇ Mang.: ἡ τροφὴ codd. 4 πολῆς (sic) U στελλομένης UH et ut vid. P: συστελλομένης M 4. 5 τεκμηριώσαντο H(P?) 5 ἕως M: ὡς UH et ut vid. P (v) 6 δίδωσι MU: ἀποδίδωσι HP ν) δ’ om. HP 7 κατεσβέσθη M: κατέσβη U, ἔσβη ut vid. P. κατέσβησε H (κατέσβεσε Turn.) μηδὲ μέρος U 8 ταμιεσάμενος ut vid. U 9 ὅτι] διότι Η ὑπόστησιν H ἰδίαν om. H (om. Turn.) γεννᾶ τε δ’ M 11 ὃ γὰρ] ἡ γάρ H 12 τροφῆ UP: τροφὴ M, τροφῆς H συναναιρεῖται UP: συνανῃρεῖτο (η ex αι corr.) M, συνανηρεῖ τὲ Η 13 ὕγη ὥστε P 13. 14 μηδενὸς μὲν ἐντυφομένου fortasse scribendum putavit 14 ἐντυφωμένου Η (ἐντετυφωμένου Turn.) πάντων—ἐνδείας (15) om. 15 δηλονότι Η ἀγένητος Ε: ἀγέννητος MUHP 17 φέρε δ’ οὖν—104, 13 ἀκολουθίαν πραγμάτων ἐκλογίζεσθαι om. E φέρε MU: φέρει HP (Turn.) φησιν ὁ χρύσιππος MU: φησι χρύσιππος HP (v) 18 αὑτὸ v (Turn.): αὐτὸ codd. 19 πεφιλοσόφηκεν M 17 Chrysippi frg, 618 (Arnim). 18 Doxogr. p. 468a 25 Αrius Didymus) ἀρέκσει γὰρ τοῖς Στωικοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἴα τὸ πρότερον ἦν καὶ τοῦτο τὸ δόγμα τῶν ἀπὸ τῆς αἱρέσεως οἱ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο, Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος. Ζen. frg. 107, Cleanth. frg. 512, Chrys. frg. 596 (Arnim). καὶ ἐκ σπέρματος ἡ γένεσις καὶ εἰς σπέρμα ἡ ἀνάλυσις, ἔπειτα δ’ ὅτι φυσιολογεῖται ὁ κόσμος καὶ φύσις λογική, οὐ μόνον ἔμψυχος ὢν ἀλλὰ καὶ νοερός, πρὸς δὲ καὶ φρόνιμος, ἐκ τούτων τοὐναντίον οὗ βούλεται κατασκευάζεται, τὸ μηδέποτε φθαρήσεσθαι. αἱ δὲ πίστεις προχειρόταται τοῖς συνεξετάζειν μὴ ἀποκνοῦσιν. οὐκοῦν ὁ κόσμος ἢ φυτόν, ὡς ἔοικεν, ἢ ζῷον· ἀλλ’ εἴτε φυτόν ἐστιν εἴτε καὶ ζῷον, κατὰ τὴν ἐκπύρωσιν φθαρεὶς οὐδέποτε αὐτὸς αὑτοῦ γενήσεται σπέρμα. μαρτυρεῖ δὲ τὰ παρ’ ἡμῖν, ὧν οὐδὲν οὐκ ἔλαττον οὐ μεῖζόν ποτε φθαρὲν εἰς σπέρματος ἀπεκρίθη γένεσιν.