τὸν δὲ λόγον ἀκριβέστερον ὧδε διερευνητέον· πυρὸς τριττὸν εἶδος· τὸ μὲν ἄνθραξ, τὸ δὲ φλόξ, τὸ δὲ αὐγή. ἄνθραξ μὲν οὖν ἐστι πῦρ ἐν οὐσίᾳ γεώδει, ὃ τρόπον ἕξεως πνευματικῆς πεφώλευκε καὶ ἐλλοχᾷ δι’ ὅλης ἄχρι περάτων τεταμένον· φλὸξ δέ ἐστιν ὅπερ ἐκ τροφῆς αἴρεται μετεωριζόμενον· αὐγὴ δὲ τὸ ἀποστελλόμενον ἐκ φλογός, συνεργὸν ὀφθαλμοῖς εἰς τὴν τῶν ὁρατῶν ἀντίληψιν. μέσην δὲ χώραν αὐγῆς τε καὶ ἄνθρακος εἴληχε φλόξ· σβεσθεῖσα μὲν γὰρ εἰς ἄνθρακα τελευτᾷ, ζωπυρουμένη δ’ ἔχει φέγγος, ὃ τὴν καυστικὴν ἀφῃρημένον δύναμιν ἀστράπτει. εἰ κατὰ τὴν ἐκπύρωσιν οὖν τὸν κόσμον ἀναλύεσθαι φαῖμεν, ἄνθραξ μὲν οὐκ ἂν γένοιτο, διότι παμπληθὲς ὑπολείψεται τοῦ γεώδους, ᾧ τὸ πῦρ ἐγκατειλῆφθαι συμβέβηκεν, ἀρέσκει δὲ μηδὲν τότε τῶν ἄλλων ὑφεστάναι 1 παριστάμενα Η (Tura.) 3 βίῳ] βία M 4 μηδὲ] μὴ U ὑπονοεῖν Cumont coll. 86, 8. 95, 14: εἰπεῖν codd. 5 αὐτὴν MU: αὐτὸ ΗΡ 6 ὁ ante θεός om. U 7 οὐκ ἀνάξιον Βernays: οὐκ ἄξιον codd., ἄξιον E διαπορίσαι M υ 8 ἀναλωθέντων U ἐξαναλωθείσης HPE : ἐξαναλυθείσης MU 10 τῇ διακοσμήσει Turn. ἐσῴζετ᾿ ἄν Diels: ἐσώζετο codd. ἐσώζετο λόγος τῆς διακοσμήσεως transp. E ἀναιρεθέντος MHP: ἀναλυθέντος UE 11 τό δέ ἐστιν Η 13 ὥσπερ ἐν M: ἐν om. UHPE; ὥσπερ ἂν coni. Buecheler 14 ὧδε] ἤδη H (Turn.) 15 ἐστιν H 16 οὐσίᾳ om. UE ὃ] ὃν E πεφόλευκε Η 17 τεπαμένον (sic) H 19 τῶν om. L (Turn.) τε om. U 20 σβεθεῖσα U 21 καυτικὴν P 22 φαῖμεν Buecheler: φῶμεν codd. (φαμὲν U1) 23 ὑπολείψεται v (Turn.): ὑπολήψεται codd. τοῦ γεώδους] τὸ γεῶδες coni. Mang. ᾧ] ὡς UE 24 ἐγκατειλῆφθαι E: ἐγκατειλεῖσθαι MUH, ἐγκἅ αλελεῖσθαι ut vid. P συμβέβηκε M 5 Plat. Phaedr. 245 c ψυχὴ πᾶσα ἀθάνατος· τὸ γάρ ἀεικίνητον ἀθάνατον. 6 κατὰ τοὺς ἀντιόοξοῦντας: cf. Zeller, Philos. d. Griech. III 1 3, 554 sq. σωμάτων, ἀλλὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα εἰς ἄκρατον πῦρ ἀναλελύσθαι. καὶ μὴν οὐδὲ φλόξ· ἅμμα γὰρ τροφῆς ἐστι, μηδενὸς δὲ καταλειφθέντος, ἀτροφήσασα αὐτίκα ἀποσβεσθήσεται. τούτοις ἕπεται τὸ μηδ’ αὐγὴν ἀποτελεῖσθαι· καθ’ ἑαυτὴν γὰρ ὑπόστασιν οὐκ ἔχει, ῥεῖ δὲ ἀπὸ τῶν προτέρων, ἄνθρακος καὶ φλογός, ἀφ’ οὗ μὲν ἐλάττων, πολλὴ δ’ ἀπὸ φλογός· χεῖται γὰρ ἐπὶ μήκιστον· ἐκείνων δ’, ὡς ἐδείχθη, κατὰ τὴν ἐκπύρωσιν οὐκ ὄντων, οὐδ’ ἂν αὐγὴ γένοιτο· καὶ γὰρ ἡ μεθημερινὴ πολλὴ καὶ βαθεῖα αὐγή, τὸν ὑπὸ γῆς ἡλίου δρόμον ἰόντος, εὐθὺς ἀφανίζεται νυκτὶ καὶ μάλιστα ἀσελήνῳ. οὐ τοίνυν ἐκπυροῦται ὁ κόσμος, ἀλλ’ ἔστιν ἄφθαρτος· εἰ δ’ ἐκπυρωθήσεται, ἕτερος οὐκ ἂν γένοιτο. Διὸ καί τινες τῶν ἀπὸ τῆς Στοᾶς ὀξυδερκέστερον ἐκ μακροῦ θεασάμενοι τὸν ἐπιφερόμενον ἔλεγχον ἠξίωσαν ὥσπερ θανατῶντι κεφαλαίῳ βοηθήματα προευτρεπίζεσθαι· τὰ δ’ οὐδὲν ἦν ὄφελος. ἐπειδὴ γὰρ αἴτιον κινήσεώς ἐστι τὸ πῦρ, κίνησις δὲ γενέσεως ἀρχή, γενέσθαι δ’ ἄνευ κινήσεως ὁτιοῦν ἀδύνατον, ἔφασαν ὅτι μετὰ τὴν ἐκπύρωσιν, ἐπειδὰν ὁ νέος κόσμος μέλλῃ δημιουργεῖσθαι, σύμπαν μὲν τὸ πῦρ οὐ σβέννυται, ποσὴ δέ τις αὐτοῦ μοῖρα ὑπολείπεται· πάνυ γὰρ ηὐλαβήθησαν, μὴ σβεσθέντος ἀθρόου μείνῃ τὰ πάντα ἡσυχάσαντα ἀδιακόσμητα, τοῦ τῆς κινήσεως αἰτίου μηκέτ’ ὄντος. εὑρεσιλογούντων δὲ πλάσματα ταῦτ’ ἐστὶ καὶ κατὰ τῆς ἀληθείας τεχναζόντων. τί δήποτε; ὅτι τὸν κόσμον ἐκπυρωθέντα γενέσθαι μὲν ἄνθρακι παραπλήσιον ἀμήχανον, ὡς δέδεικται, γεώδους πολλῆς ἂν ὑπολειφθείσης οὐσίας, ᾗ δεήσει τὸ πῦρ ἐλλοχᾶν, ἴσως δ’ οὐδ’ ἐκπυρώσεως τότε κρατούσης, εἴ γε μένει τὸ στοιχείων βαρύτατον καὶ δυσαναλωτότατον ἔτι, γῆ μὴ διαλυθεῖσα, μεταβάλλειν δὲ ἢ εἰς φλόγα ἢ 1 ἀναλύεσθαι Ε 2 ἅμμα PE, ἄμμα U: ἄμα ΜΗ (v) τροφῆς codd.: τροφή Turn., τροφῇ Mang. δὲ] γὰρ M 3 ἀτροφήσασα MUE: ἀτροφήσας HP; ἀτροφήσασ᾿ Cumont, ἀτροφήσει Turn. ἕπεται] ἐπέσται U 4 ῥεῖ δὲ MU: ῥεῖ δ’ HPE 5 ἀφ’ οὖ—φλογός (6) om. M ἐλάττων U2HP: ἔλαττον U1E πολλὴ] πολὺ E 6 χεῖται γὰρ ἐπὶ μήκιστον om. E 7 καὶ γὰρ—101, 13 καὶ αὐγή φλογί om. E ἡ μεθημερινὴ] ἡμερινὴ U 8 πολλὴ καὶ] πολληκὴ M 9 μάλιστα MU: μάλιστ’ HP 11 τινες] τινος M μακροῦ] πολλοῦ M (Bernays) 12 θανατῶντι] θανόντι L ν) 13 εὐτρεπίζεσθαι M (Bernays) οὐδέν MU: οὐδ’ HP (Turn.) ὄφελος ἣν transp. U 14 γενέσεως] γενήσεως M 15 μετὰ] κατὰ coni. Mang. 16 μέλλει ΗΡ πόση ΜΗ 18 μείνῃ codd.: μένῃ v (Turn.) 19 εὑρεσιλογούντων UP: εὑρησιλογούντων MH 21 ἀμήχανον] ἀδύνατον U 22 ἄν ὑπολειφθείσης Buecheler: ἀνθυπολειφθείσης codd. (ἀνθ᾿ ὑπολειφθείσης P) ; ἄν ἀνθυπολειφθείσης οὐσίας] οὐσίους H οὐδ’ U (coni. Buecheler): οὐκ MHP 23 στοιχείων MU: στοιχεῖον HP 24 δυσαναλωτότατον MU: δυσαναλώτατον HP (v) μεταβάλλ (sic) M 24 sqq. Cleanthis frg. 711, Chrysippi frg. 611 (Arnim). εἰς αὐγὴν ἀναγκαῖον, εἰς μὲν φλόγα, ὡς ᾤετο Κλεάνθης, εἰς δ’ αὐγήν, ὡς ὁ Χρύσιππος.