ἀλλ’ ἀναιρέσει παντελεῖ τῆς ποιότητος; ἀλλ’ ἀμήχανον τοῦτό γε· μένει γὰρ κατὰ τοὺς τἀναντία αἱρουμένους ἡ τῆς διακοσμήσεως ποιότης ἐπ’ ἐλάττονος οὐσίας τῆς τοῦ Διὸς σταλεῖσα κατὰ τὴν ἐκπύρωσιν. ἀλλὰ τῷ κατὰ σύγχυσιν; ἄπαγε, δεήσει γὰρ πάλιν εἰς τὸ μὴ ὂν γίνεσθαι τὴν φθορὰν παραδέχεσθαι. τοῦ χάριν; ὅτι εἰ μὲν ἕκαστον ἐν μέρει τῶν στοιχείων ἐφθείρετο, μεταβολὴν ἐδύνατο τὴν εἰς ἕτερον δέχεσθαι, πάντων δὲ συλλήβδην ἀθρόων κατὰ σύγχυσιν ἀναιρουμένων, ἀναγκαῖον ὑπονοεῖν τὸ ἀδύνατον. Ἔτι πρὸς τούτοις, ἐὰν ἐκπυρωθῇ, φασί, τὰ πάντα, τί κατ’ ἐκεῖνον ὁ θεὸς πράξει τὸν χρόνον; ἦ τὸ παράπαν οὐδέν; καὶ μήποτ’ εἰκότως· νυνὶ μὲν γὰρ ἕκαστα ἐφορᾷ καὶ πάντων οἷα γνήσιος πατὴρ ἐπιτροπεύει καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡνιόχου καὶ κυβερνήτου τρόπον ἡνιοχεῖ καὶ πηδαλιουχεῖ τὰ σύμπαντα, ἡλίῳ τε καὶ σελήνῃ καὶ τοῖς ἄλλοις πλάνησι καὶ ἀπλανέσιν ἔτι δ’ ἀέρι καὶ τοῖς ἄλλοις μέρεσι τοῦ κόσμου 1 παρὰ ἰητροὺς U 2 ἐξαιρέτους E cod. r ἀποτελεσθεῖσαι Ε 3 τούτω M 4 ἀλλ’ οὔτε ME, ἀλλ’ οὔτ’ U: ἀλλ’ οὐκ HP (Turn.) alt. οὔτε MPE: οὔτ’ UH ν) 6 ἐξ ἑαυτῶν MUE: ἐξ αὐτῶν HP (ἐξ αὑτῶν v) 7 ἀφ’ ὧν E 8 πάντων] πάντα M (Bernays) ἀλλὰ P παντελῆ Η 10 τῆς τοῦ Διὸς σταλεῖσα Bernays (in commentario): τῇ τούτου ἰδιοσταλεῖσα E, τῆ του . . . . (spat, c, 4 litt.) σταλεῖσα M, τὸ τοῦ δι . . . (spat. c. 7 litt.) HP, . . . (spat. c. 10 litt.) σταλεῖσα U 11 τῷ] τὸ H 12 εἰς] ὡς E cod. r γίγνεσθαι Ε 13 μεταβολὴν ἂν ἐδύνατο Gomperz ἡδύνατο E 14 δὲ om. E cod. ἀθρόων MU: ἀθρόον HPE (v) 15 ἀναγκαῖον Reiter: ἀνάγκη codd.; ἀνάγκη τοῦτο ὑπονοεῖν ἀδύνατον Cumout 16 ἔτι πρὸς τούτοις—99, 6 θεός om. Ε φασί MU: φησι HP (Turn.) 17 πράξει 6 θεὸς transp. M (Bernays) ἡ] ἢ H (Turn.) 18 οἷα v (Turn.): οἷος codd. 20 πηδαληουχεῖ M ἡλίω τε M: τε om. UHP (v) 21 ἀπλανέσι M ἄλλοις add. Cumont 1 τετραφάρμακος: cf. de confus. lingu. § 187. Galen. in Hippocr. de nat. hom. t. XV p. 32 (Kuehn). 9 sq. Chrysippi frg. 611 (Arnim). cf. Plut. de commun. notit. 31 p. 1075 b ἀλλὰ χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες ὡς ἔπος εἰπεῖν τῴ λόγῳ θεῶν οὐρανόν, τὴν γῆν, τὸν ἀέρα, τὴν θάλατταν, οὐδένα ἰῶν τοσούτων ἄφθαρτον οὐδ’ ἀίδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους. παριστάμενος καὶ συνδρῶν ὅσα πρὸς τὴν τοῦ ὅλου διαμονὴν καὶ τὴν κατ’ ὀρθὸν λόγον ἀνυπαίτιον διοίκησιν. πάντων δ’ ἀναιρεθέντων, ὑπ’ ἀργίας καὶ ἀπραξίας δεινῆς ἀβιώτῳ βίῳ χρήσεται· οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ὀκνῶ λέγειν, ὃ μηδὲ θέμις ὑπονοεῖν, ὅτι ἀκολουθήσει θεῷ θάνατος, εἴ γε καὶ ἠρεμία· τὸ γὰρ ἀεικίνητον ἐὰν ἀνέλῃς ψυχῆς, καὶ αὐτὴν πάντως συνανελεῖς· ψυχὴ δὲ τοῦ κόσμου· κατὰ τοὺς ἀντιδοξοῦντας ὁ θεός. Ἐκεῖνο δ’ οὐκ ἀνάξιον διαπορῆσαι, τίνα τρόπον ἔσται παλιγγενεσία, πάντων εἰς πῦρ ἀναλυθέντων· ἐξαναλωθείσης γὰρ τῆς οὐσίας ὑπὸ πυρός, ἀνάγκη καὶ τὸ πῦρ οὐκέτ’ ἔχον τροφὴν ἀποσβεσθῆναι. μένοντος μὲν οὖν, ὁ σπερματικὸς τῆς διακοσμήσεως ἐσῴζετ’ ἂν λόγος, ἀναιρεθέντος δὲ συνανῄρηται. τὸ δ’ ἐστὶν ἔκθεσμον καὶ ἀσέβημα ἤδη διπλοῦν, μὴ μόνον φθορὰν τοῦ κόσμου κατηγορεῖν ἀλλὰ καὶ παλιγγενεσίαν ἀναιρεῖν, ὥσπερ ἐν ἀκοσμίᾳ καὶ ἀπραξίᾳ καὶ τοῖς πλημμελέσι πᾶσι χαίροντος θεοῦ.