ὅλως τοῦτ’ οὐκ εὐήθεια δεινὴ μήτραν ὑπολαμβάνειν γῆν ἐγκεκολπίσθαι πρὸς ἀνθρώπων σποράν; τὸ γὰρ ζῳογονοῦν
 χωρίον ἐστὶ μήτρα, „φύσεως“, ὡς εἶπέ τις, „ἐργαστήριον“, ἐν ᾧ
ζῷα μόνον διαπλάττεται· τὸ δὲ οὐ γῆς μέρος ἐστίν, ἀλλὰ ζῴου θήλεος,
δημιουργηθὲν εἰς γένεσιν· ἐπεὶ καὶ μαζοὺς καθάπερ γυναικὶ γῇ φατέον
ἡνίκα ἠνθρωπογόνει προσγενέσθαι, τροφὴν ἵν’ ἔχωσιν οἰκείαν οἱ πρῶτον
ἀποκυηθέντες· ἀλλὰ γὰρ οὐ ποταμός, οὐ πηγή τις οὐδαμοῦ τῆς οἰκουμένης
 ἀνθ’ ὕδατος μνημονεύεταί ποτε ὀμβρῆσαι γάλα. πρὸς δὲ δὴ τούτοις, ὥσπερ γαλακτοτροφεῖσθαι χρὴ τὸ ἀρτίγονον, οὕτως καὶ τῇ δι’
 ἀμπεχόνης σκέπῃ χρῆσθαι διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους ἐγγινομένας
τοῖς σώμασι ζημίας, οὗ χάριν μαῖαι καὶ μητέρες, αἷς ἀναγκαία
φροντὶς εἰσέρχεται τῶν γεννωμένων, κατασπαργανοῦσι τὰ βρέφη. τοὺς
 δὲ γηγενεῖς φύντας πῶς οὐκ ἄν τις εὐθὺς διέφθειρε γυμνοὺς ἐαθέντας ἢ
ἀέρος κατάψυξις ἢ ἀφ’ ἡλίου φλογμός; κρυμοὶ γὰρ καὶ θάλπη κρατήσαντα
νόσους καὶ φθορὰς ἀπεργάζονται. ἐπειδὴ δ’ ἅπαξ ἤρξαντο ἀλογεῖν ἀληθείας οἱ μυθοπλάσται, τοὺς Σπαρτοὺς ἐκείνους καὶ ἐνόπλους ἐτερατεύσαντο
 1 ὑπορείου U (coni. Mang.), ὑπορίου M: ὑπερορείου P, ὑπερορεία ut vid. Η: ὑπερορίας ν (Turn.) συσκιάζουσι MU: σκιάζουσι HP (Turn.)
 2 ἀκμῆς M 
 3 εἴ γε MU: ἧ γε HP, ἦγε L (Turn.) ἔτικ(τεν) in ras. M
 4 λειποτακτεῖν UHP (v), λιποτάκτην M
 6 δευτέρου MU: δεύτερον HP γυναικῶν Mang.: γυναικός codd.
 7 πιέζονται Mang.: βιάζονται codd. δέ M
 8 ἐναποθνήσκουσιν codd.: ἀποθνήσκουσιν v ὅλως] ὅσω U τοῦτ᾿ οὐκ εὐήθεια δεινὴ om. in lac. M τοῦτ’ U: τ’ HP (om. v)
 11 ζῷα codd.: ζῶον Turn. 
 12 γῇ om. HP (Turn.)
 13 ἀνθρωπογονεῖ (sic) H; ἀνθρωπογονεῖ Turn. ἵν’] ἣν M πρῶτον codd.: πρῶτοι v (Turn.)
 15 δέ om. U 
 16 χρὴ] δεῖ U ἀρτίγονον] ἀρχίγονον M οὕτως MU: οὕτω HP τῇ] τό U
 18 σώμασι MU: θάλπουσι HP; τρεφομένοις v (Turn.)
 19 εἰσέρχεται Cumont (coll. de sacrif. Ab. et Caini § 39): ἔρχεται codd. γεννωμένων M: γενομένων U, γινομένων HP (Turn.)
 21 ἀφ’ om. κρυμοὶ UHP: κρυμνοὶ M
 22 ἐπειδὴ codd.: ἐπεὶ v δέ M
 23 καὶ ἐνόπλους om. U 10 φύσεως ἐργαστήριον: cf. de spec. leg. III § 33. 109. Leg. ad Gai. II 554 M. dictum auctoris ignoti. 

 
ἐκφῦναι. τίς γὰρ ἦν κατὰ γῆς χαλκουργὸς ἢ τοσοῦτος Ἥφαιστος, ὡς
αὐτίκα παντευχίας εὐτρεπίζεσθαι; τίς δὲ τοῖς πρώτοις γενομένοις εἰς
ὅπλισιν οἰκειότης; ἡμερώτατον γὰρ ζῷον ὁ ἄνθρωπος, λόγον δωρησαμένης
φύσεως αὐτῷ γέρας, ᾧ καὶ τὰ ἐξηγριωμένα πάθη κατεπᾴδεται καὶ τιθασεύεται.
πολὺ βέλτιον ἦν ἀνθ’ ὅπλων κηρύκεια ἀναδῦναι, συμβατηρίων
σπονδῶν σύμβολα, λογικῇ φύσει, ὅπως εἰρήνην πρὸ πολέμου πᾶσι τοῖς
 πανταχοῦ καταγγέλλῃ. τὰ μὲν οὖν τῶν ἐπιτειχιζόντων ψευδολογίαν
κατὰ τῆς ἀληθείας φλυαρήματα μετρίως ἐξελήλεγκται. χρὴ δ’ εὖ
εἰδέναι, ὅτι ἐξ ἀιδίου κατὰ διαδοχὰς ἐξ ἀνθρώπων βλαστάνουσιν ἄνθρωποι,
σπείροντος μὲν εἰς μήτραν ἀνδρὸς ὡς εἰς ἄρουραν, γυναικὸς δ’ ὑποδεχομένης
τὰ σπέρματα σωτηρίως, τῆς δὲ φύσεως ἀοράτως ἕκαστα καὶ τῶν τοῦ
σώματος καὶ τῶν τῆς ψυχῆς διαπλαττούσης μερῶν καὶ ὅπερ οὐκ ἴσχυσε
λαβεῖν ἡμῶν ἕκαστος τοῦθ’ ἅπαντι τῷ γένει δωρησαμένης, τὸ ἀθάνατον·
μένει γὰρ εἰς ἀεί, φθειρομένων τῶν ἐν εἴδει, τεράστιον ὡς ἀληθῶς καὶ
θεῖον ἔργον. εἰ δ’ ἀίδιον ἄνθρωπος, βραχεῖα μοῖρα τοῦ παντός, ἀγένητος
δήπου καὶ ὁ κόσμος, ὥστε ἄφθαρτος. Ἐπαγωνιζόμενος δ’ ὁ Κριτόλαος ἐχρῆτο καὶ τοιούτῳ λόγῳ· τὸ
αἴτιον αὑτῷ τοῦ ὑγιαίνειν ἄνοσόν ἐστιν· ἀλλὰ καὶ τὸ αἴτιον αὑτῷ τοῦ
ἀγρυπνεῖν ἄγρυπνόν ἐστιν· εἰ δὲ τοῦτο, καὶ τὸ αἴτιον αὑτῷ τοῦ ὑπάρχειν
 1 ὕφαιστος P
 2 πρώτοις ο ex α corr.) γενομέναις M 2.
 3 εἰς ὅπλισιν Diels: ἰσόπαις ἦν codd.; ὁπλίσεως ἣν Bernays, ὅπλων ἢν Buecheler
 3 ἡμερώτερον M (Bernays) ὁ ante ἄνθρωπος om. U 4.5 τιθασεύεται scripsi: τιθασσεύεται codd. 
 5 κηρύκεια scripsi (cf. Leg. ad Gai. p. 560,
 11 M.): κηρύκια M. κηρύκιον UH (v). oblitt. in P ἀναδῦναι MU: ἀναδοῦναι HP (v) συμβαντηρίων HP 
 6 σύμβολα] σύμβολον coni. Mang.
 7 καταγγέλλει H
 8 ἐξελήλεγκται U: ἐξελήλεκται MHP εὖ] αὖ coni. Mang.
 10 ὡς εἰς MU: ὡσεὶ ΗΡ (v)
 11 σωτηρίως] δαιμορίως (sic) U
 12 τῶν om. HP ἴσχυσε M(U): ἴσχυε HP (v) 12.
 13 ἴσχυσεν ἡμῶν λαβεῖν U
 14 τεράστιον] ἄφθαρτον coni. Mang.
 15 ἔργον] γένος coni. Mang. ἀγένητος M: ἀγέννητος UHP
 17 δὲ M
 18 αὐτῶ (bis) U: αὐτῶ MHP ἄνοσον] ἄνοσ (i. e. ἄνθρωπος?) M
 19 αὑτῶ U: αὐτῶ MHP 10 Plat. Tim. 19d ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες. cf. Aesch. Septem 737 ματρὸς ἁγνὰν σπείρας ἄρουραν. Eur. Orest. 553 τὸ σπέρμ’ ἄρουρα παραλαβοῦσ’ ἄλλου πάρα. 14.
 15 Plat. Symp. 206 c ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα, καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν, ἡ κύησις καὶ ἡ γέννησις.
 19 sqq. Ocell. Luc. I
 9 οὕτως οὑν καὶ τὸ τοῖς ἄλλοις αἴτιον γινόμενον τῆς αὐτοτελείας αὐτὸ ἐξ ἑαυτοῦ αὐτοτελές ἐστι, καὶ τὸ τοῖς ἄλλοις αἴτιον γινόμενον τῆς σωτηρίας καὶ διαμονῆς αὐτό ἐξ ἑαυτοῦ σῳζόμενον καὶ διαμένον ἐστί . . . ὁ δὲ γε κόσμος αἴτιός ἐστι τοῖς ἄλλοις καὶ τοῦ εἶναι καὶ τοῦ σῴζεσθαι καὶ τοῦ αὐτοτελῆ εἶναι· αὑτὸς ἄρα ἐξ ἑαυτοῦ ἀίδιός ἐστι καὶ αὐτοτελὴς καὶ διαμένων τὸν πάντα αἰῶνα, καὶ δι’ αὐτὸ τοῦτο τοῖς ἄλλοις παραίτιος γινόμενος τῆς διαμονῆς. 

 
ἀίδιόν ἐστιν· αἴτιος δ’ ὁ κόσμος αὑτῷ τοῦ ὑπάρχειν, εἴ γε καὶ τοῖς ἄλλοις
ἅπασιν· ἀίδιος ἄρα ὁ κόσμος ἐστίν.